§ αʹ Ἐβουλόμην ὑμῖν ἀποδοῦναι τὰ λείψανα σήμερον τῆς ὑποθέσεως, περὶ ἧς καὶ πρώην ὑμῖν διελέχθην, καὶ δεῖξαι σαφέστερον, πῶς ἀκατάληπτός ἐστιν ὁ Θεός. Περὶ γὰρ τούτου τῇ παρελθούσῃ Κυριακῇ τοὺς πολλοὺς ἐκείνους καὶ μακροὺς ἐποιησάμεθα λόγους, ὅτε καὶ μάρτυρας παρηγάγομεν τόν τε Ἡσαΐαν καὶ τὸν Δαυῒδ καὶ τὸν Παῦλον. Ὁ μὲν γὰρ ἐβόα, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὁ δὲ ηὐχαρίστει αὐτῷ ὑπὲρ τῆς ἀκαταληψίας, λέγων· Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου· καὶ πάλιν, Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ὁ δὲ Παῦλος οὐκ εἰς αὐτὴν τῆς οὐσίας τὴν ἔρευναν διακύψας, ἀλλ' εἰς τὴν πρόνοιαν αὐτοῦ μόνην, μᾶλλον δὲ καὶ αὐτῆς τῆς προνοίας μέρος μικρὸν ἀπολαβὼν, ὃ περὶ τὴν τῶν ἐθνῶν κλῆσιν ἐπεδείξατο, ὥσπερ πέλαγος ἀχανὲς καὶ ἀκατάληπτον ἰδὼν, οὕτως ἐβόησεν· Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Καὶ ἦν μὲν ἱκανὴ ἡ διὰ τούτων ἀπόδειξις· ἐγὼ δὲ οὐκ ἠρκέσθην τοῖς προφήταις, οὐκ ἔστην μέχρι τῶν ἀποστόλων, ἀλλ' ἀνέβην εἰς τὸν οὐρανὸν, ἔδειξα ὑμῖν τὸν χορὸν τῶν ἀγγέλων λέγοντα, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ἠκούσατε τῶν σεραφεὶμ πάλιν ἐκπληττομένων καὶ μετὰ φρίκης κραζόντων, Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ· πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Προσέθηκα καὶ τὰ χερουβὶμ βοῶντα· Εὐλογημένη ἡ δόξα αὐτοῦ