πρὸς αὐτὸν καὶ εἶπεν· Ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατείαν τοῦ πολέμου, καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγεν ἄνδρα πρός με, καὶ εἶπέ μοι· Φύλαξόν μοι τοῦτον· καὶ ἔσται ἐὰν ἐκπηδῶν ἐκπηδήσῃ, ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, ἢ τάλαντον ἀργυρίου τίσῃ. Καὶ ἐγένετο ὡς ὁ δοῦλός σου περιεβλέπετο ὧδε καὶ ὧδε· καὶ ἰδοὺ αὐτὸς οὐκ ἦν. Καὶ εἶπε πρὸς αὐτὸν ὁ βασιλεὺς Ἰσραήλ· Ἰδοὺσὺ δικαστὴς παρ' ἐμοί· ἐφόνευσας. Καὶ ἔσπευσε, καὶ ἀφεῖλε τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ἰσραὴλ, ὅτι ἀπὸ τῶν υἱῶν τῶν προφητῶν οὗτος, καὶ εἶπε πρὸς αὐτόν· Τάδε λέγει Κύριος· Ὅτι ἐξαπέστειλας σὺ ἄνδρα ὀλέθριον ἐκ τῆς χειρός σου, ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ. Ὁρᾷς πῶς οὐχ ὁ Θεὸς μόνον, ἀλλὰ καὶ οἱ ἄνθρωποι ταύτην ἔχουσι τὴν ψῆφον, οὐ τῇ φύσει τῶν πραγμάτων προσέχοντες, ἀλλὰ τῷ τέλει καὶ ταῖς αἰτίαις; Ἰδοὺ γοῦν καὶ ὁ βασιλεὺς αὐτῷ φησιν· Δικαστὴς σὺ παρ' ἐμοί· ἐφόνευσας. Ἀνδροφόνος εἶ, φησὶν, ἐπειδὴ τὸν πολέμιον ἀφῆκας. Διὰ γὰρ τοῦτο καὶ ὁ προφήτης τὸν τελαμῶνα περιεβάλετο, καὶ ὡς ἐπ' ἀλλοτρίου πράγματος τὴν δίκην εἰσήγαγεν, ἵνα μετὰ γνώμης ὀρθῆς τὴν ἀπόφασιν ὁ βασιλεὺς ἐξενέγκῃ· ὅπερ οὖν καὶ ἐγένετο. Ἐπειδὴ γὰρ κατεδίκασεν αὐτὸν, περιελὼν τὸν τελαμῶνα, φησὶν ὁ προφήτης· Ὅτι ἐξαπέστειλας σὺ ἄνδρα ὀλέθριον ἐκ τῆς χειρός σου, καὶ ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ. Εἶδες φιλανθρωπίας οἵαν ἔδωκε δίκην; καὶ ἀντὶ τῆς ἀκαίρου φειδοῦς οἵαν ὑπέμεινε τιμωρίαν; Καὶ οὗτος μὲν σώσας κολάζεται, ἕτερος δὲ φονεύσας ηὐδοκίμησεν. Ὁ γοῦν Φινεὲς δύο φόνους ἐργασάμενος ἐν μιᾷ καιροῦ ῥοπῇ, καὶ ἄνδρα μετὰ γυναικὸς ἀνελὼν, ἱερωσύνῃ τιμᾶται· οὕτως οὐ μόνον οὐκ ἐμόλυνε τὴν χεῖρα τῷ αἵματι, ἀλλὰ καὶ καθαρωτέραν εἰργάσατο. Ὅταν οὖν ἴδῃς τὸν μὲν τυπτήσαντα τὸν προφήτην σωζόμενον, τὸν δὲ μὴ τυπτήσαντα ἀπολλύμενον, καὶ τὸν μὲν φεισάμενον κολαζόμενον, τὸν δὲ μὴ φεισάμενον εὐδοκιμοῦντα, πανταχοῦ πρὸ τῆς φύσεως τῶν πραγμάτων τοῦ Θεοῦ τὰς ψήφους ἐξέταζε· κἂν εὕρῃς τι κατὰ τὸ δοκοῦν ἐκείνῳ γινόμενον, ἐκεῖνο ἀποδέχου μόνον.

§ γʹ Τούτῳ τῷ κανόνι χρώμενοι, καὶ τὴν νηστείαν ταύτην ἐξετάζωμεν. Εἰ γὰρ δὴ μὴ μέλλοιμεν τοῦτο ποιεῖν, ἀλλὰ γυμνὰ τὰ πράγματα καθ' ἑαυτὰ φέροντες εἰς μέσον σκοποῖμεν μόνον, πολλὴ ἡ σύγχυσις ἔσται, καὶ πολὺς ὁ θόρυβος. Καὶ γὰρ καὶ λῃσταὶ τὰ πλευρὰ καταξαίνονται, καὶ τυμβωρύχοι καὶ γόητες· ἀλλὰ καὶ μάρτυρες τὸ αὐτὸ πάσχουσι, καὶ τὰ μὲν γινόμενα τὰ αὐτὰ, ἡ γνώμη δὲ καὶ ἡ αἰτία, μεθ' ἧς γίνεται, οὐχ ἡ αὐτὴ, καὶ διὰ τοῦτο πολὺ τὸ μέσον τούτων κἀκείνων. Ὥσπερ οὖν ἐπ' ἐκείνων οὐ μόνον τὰς βασάνους ἐξετάζομεν, ἀλλὰ πρὸ ἐκείνων τὴν διάνοιαν καὶ τὴν αἰτίαν ἀφ' ἧς αἱ βάσανοι γίνονται· διὰ τοῦτο δὲ καὶ τοὺς μάρτυρας φιλοῦμεν, οὐκ ἐπειδὴ βασανίζονται, ἀλλ' ἐπειδὴ διὰ τὸν Χριστὸν βασανίζονται· καὶ τοὺς λῃστὰς ἀποστρεφόμεθα, οὐκ ἐπειδὴ κολάζονται, ἀλλ' ἐπειδὴ διὰ κακίαν κολάζονται· οὕτω δὴ καὶ ἐνταῦθα τοῖς γινομένοις ἐπιψηφίζου· κἂν μὲν ἴδῃς διὰ τὸν Θεὸν νηστεύοντας, ἀποδέχου τὸ γινόμενον· ἂν δὲ ἴδῃς παρὰ γνώμην τοῦ Θεοῦ τοῦτο ποιοῦντας, τῶν μεθυόντων καὶ παραινούντων καὶ κωμαζόντων μᾶλλον ἀποστρέφου καὶ μίσει. Ἐπὶ δὲ τῆς νηστείας ταύτης