τὸ πάσχα μεθ' ἡμῶν ἐνήστευσαν, εἰ ταύτην τὴν ἡμέραν ποτὲ ἔφαγον. Καὶ αὕτη οὐκ ἔστι νηστεία, ἀλλὰ παρανομία καὶ ἁμαρτία καὶ πλημμέλεια· ἀλλ' ὅμως οὐκ ἤλλαξαν. Ὑμεῖς δὲ ἠλλάξασθε τὴν δόξαν ὑμῶν, ἐξ ἧς οὐκ ὠφεληθήσεσθε, καὶ πρὸς τὰ ἐκείνων ηὐτομολήσατε. Πότε τὸ πάσχα ἐνήστευσαν ἐκεῖνοι; πότε μαρτύρων μεθ' ἡμῶν ἑορτὴν ἐπετέλεσαν; πότε κατὰ τὴν τῶν Ἐπιφανίων ἡμέραν ἡμῖν ἐκοινώνησαν; Ἐκεῖνοι πρὸς τὴν ἀλήθειαν οὐ τρέχουσι, καὶ ὑμεῖς πρὸς τὴν παρανομίαν τρέχετε· παρανομίαν δὲ λέγω, ἐπειδὴ παρὰ τὸν προσήκοντα ταῦτα γίνεται καιρόν. Ἦν ποτε καιρὸς, ὅτε ταῦτα φυλάττεσθαι ἔδει, ἀλλὰ νῦν οὐκ ἔστι. Διὰ τοῦτο τὸ ποτὲ ἔννομον παράνομόν ἐστι νῦν.
§ δʹ Δότε μοι τὸ τοῦ Ἠλία πρὸς αὐτοὺς εἰπεῖν. Καὶ γὰρ ἐκεῖνος ὁρῶν τοὺς Ἰουδαίους ἀσεβοῦντας, καὶ ποτὲ μὲν τῷ Θεῷ προσέχοντας, ποτὲ δὲ τὰ εἴδωλα θεραπεύοντας, οὕτω πως φησίν· Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις; Εἰ ἔστι Κύριος ὁ Θεὸς ἡμῶν μεθ' ὑμῶν, δεῦτε καὶ πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ ὁ Βαὰλ, πορεύεσθε ὀπίσω αὐτοῦ. Τοῦτο καὶ ἐγὼ νῦν λέγω πρὸς αὐτούς· Εἰ τὸν Ἰουδαϊσμὸν νομίζετε ἀλήθειαν εἶναι, τίνος ἕνεκεν ἐνοχλεῖτε τῇ Ἐκκλησίᾳ; εἰ δὲ ὁ Χριστιανισμός ἐστιν ἀληθὴς, ὡσπεροῦν καὶ ἔστι, μένετε, καὶ πορεύεσθε ὀπίσω αὐτοῦ. Τῶν μυστηρίων κοινωνεῖς, εἰπέ μοι, τὸν Χριστὸν προσκυνεῖς ὡς Χριστιανὸς, παρ' ἐκείνου τὰ ἀγαθὰ αἰτεῖς· καὶ μετὰ τῶν ἐχθρῶν ἑορτάζεις τῶν ἐκείνου; καὶ ποίᾳ γνώμῃ εἰς τὴν ἐκκλησίαν ἀπαντᾷς λοιπόν; Πρὸς μὲν οὖν τοὺς τὰ ἡμέτερα λέγοντας φρονεῖν, καὶ τὰ ἐκείνων ζηλοῦντας, ἀρκεῖ οὗτος ὁ λόγος ἡμῖν· ἐπειδὴ δὲ καὶ πρὸς ἐκείνους ἀποτείνασθαι βούλομαι, δότε μοι μακροτέραν προσενεγκεῖν τὴν διδασκαλίαν καὶ δεῖξαι πῶς τὸν νόμον ἀτιμάζουσιν οἱ Ἰουδαῖοι νηστεύοντες νῦν, καὶ τὰ τοῦ Θεοῦ καταπατοῦσι προστάγματα, ἀπεναντίας τοῖς ἐκείνῳ δοκοῦσι πάντα ποιοῦντες ἀεί. Ὅτε γοῦν ἐβούλετο αὐτοὺς νηστεύειν, λιπαίνοντες ἐπλατύνοντο· ὅτε δὲ βούλεται αὐτοὺς μὴ νηστεύειν, τότε φιλονεικοῦσι νηστεύοντες· ὅτε ἤθελεν αὐτοὺς θυσίαν προσάγειν, πρὸς τὰ εἴδωλα ἔτρεχον· ὅτε οὐ βούλεται αὐτοὺς ἑορτὰς ἐπιτελεῖν, σπουδάζουσιν ἑορτάζειν. Διὰ τοῦτο ὁ Στέφανος ἔλεγε πρὸς αὐτούς· Ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε. Ἓν τοῦτο, φησὶν, ἐσπουδάκατε μόνον, ἐναντία ποιεῖν ὧν ἂν ὁ Θεὸς ἐπιτάξῃ· καθάπερ οὖν καὶ νῦν ποιοῦσι. Πόθεν τοῦτο δῆλον; Ἀπ' αὐτοῦ τοῦ νόμου. Καὶ γὰρ ἐπὶ τῶν ἑορτῶν τῶν Ἰουδαϊκῶν οὐ καιρὸν μόνον, ἀλλὰ καὶ τόπον παρατηρεῖν ἐκέλευσεν ὁ νόμος. Καὶ γὰρ περὶ τοῦ πάσχα τούτου πρὸς αὐτοὺς διαλεγόμενος, οὕτω πώς φησιν· Οὐ δυνήσεσθε ποιεῖν τὸ πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεων ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι. Ἀλλ' ὥσπερ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς, οὕτω καὶ ἐν τοῖς Ἱεροσολύμοις αὐτὸ κελεύει ποιεῖν· καὶ τὴν πεντηκοστὴν ὁμοίως καὶ χρόνου καὶ τόπου παρατηρήσει συνέκλεισε, μετὰ ἑπτὰ ἑβδομάδας κελεύσας αὐτὴν ἐπιτελεῖν, καὶ πάλιν προσθεὶς, ὅτι Ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου. Οὕτω καὶ τὰς σκηνοπηγίας. Ἀλλ' ἴδωμεν ἀμφοτέρων τούτων, τοῦ καιροῦ καὶ τοῦ τόπου, τί ποτέ ἐστιν ἀναγκαιότερον, ὅταν ἀμφότερα μὴ ἐξῇ σῶ