τί πρὸς τοὺς ἐρωτῶντας ἔλεγον. Ἐπειδὴ γὰρ ἐπέκειντο βιαζόμενοι καὶ ἀναγκάζοντες αὐτοὺς οἱ βάρβαροι κεχρῆσθαι τοῖς ὀργάνοις αὐτῶν, λέγοντες· Ἄσατε ἡμῖν τὴν ᾠδὴν Κυρίου, ἐκεῖνοι τὸν νόμον σαφῶς ἐπιστάμενοι οὐκ ἐπιτρέποντα ταῦτα ἕξω ποιεῖν, ἔλεγον· Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Καὶ πάλιν οἱ παῖδες οἱ τρεῖς ἐν Βαβυλῶνι διατρίβοντες ἔλεγον· Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης, οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου, καὶ εὑρεῖν ἔλεος. Καίτοι γε πολὺς ἦν ἐκεῖ τόπος, ἀλλ' ἐπειδὴ ὁ ναὸς οὐκ ἦν, ἔμενον μὴ θύοντες. Καὶ πρὸς ἑτέρους δὲ πάλιν ὁ Θεὸς διὰ τοῦ Ζαχαρίου, Μὴ νηστείαν νενηστεύκατέ μοι ἔτη ἑβδομήκοντα; τὰ τῆς αἰχμαλωσίας λέγων. Πῶς οὖν σὺ νῦν νηστεύεις, εἰπέ μοι, τῶν προγόνων τῶν σῶν οὔτε θυσάντων, οὔτε νηστευσάντων, οὔτε ἑορτασάντων; Ὅτι γὰρ οὔτε τὸ πάσχα ἐπετέλουν, μάλιστα μὲν καὶ ἐκ τούτων δῆλον. Ὅπου γὰρ θυσία οὐκ ἦν, οὐδὲ ἑορτὴ ἦν, ἐπειδὴ πάσας οὕτως ἐπιτελεῖσθαι ἔδει. Ἵνα δὲ καὶ αὐτοῦ τοῦ πράγματος τὴν ἀπόδειξιν παρασχώμεθα, ἄκουσον τί φησιν ὁ Δανιήλ· Ἐν ταῖς ἡμέραις ἐκείναις ἤμην ἐγὼ Δανιὴλ πενθῶν, τρεῖς ἑβδομάδας ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ οἶνος καὶ κρέας οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἐν ταῖς ἑβδομάσιν ἐκείναις. Καὶ ἐγένετο ἐν τῇ τετάρτῃ καὶ εἰκάδι ἡμέρᾳ τοῦ πρώτου μηνὸς, εἶδον τὴν ὅρασιν. Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε· ἀπὸ γὰρ τούτων δῆλον, ὅτι τὸ πάσχα οὐκ ἐπετέλεσαν· καὶ πῶς, ἐγὼ λέγω. Ἐν ταῖς ἡμέραις τῶν ἀζύμων νηστεύειν Ἰουδαίοις οὐ θέμις· οὗτος δὲ ἡμέρας εἴκοσι καὶ μίαν οὐδενὸς ὅλως μετέλαβεν. Καὶ πόθεν δῆλον, φησὶν, ὅτι αἱ εἴκοσι ἡμέραι καὶ μία κατὰ τὰς ἡμέρας τῶν ἀζύμων ἦσαν; Ἐξ ὧν εἶπεν, ὅτι τετάρτῃ καὶ εἰκάδι τοῦ πρώτου μηνός. Καίτοι γε τὸ πάσχα εἰς μίαν καὶ εἰκάδα τελευτᾷ. Ἀρξάμενοι γὰρ ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης τοῦ πρώτου μηνὸς, εἶτα ἡμέρας ἑπτὰ ἑορτάσαντες, εἰς τὴν εἰκάδα καὶ πρώτην ἀπαντῶσιν. Ἀλλ' ὅμως καὶ παρελθόντος τοῦ πάσχα ἔμεινεν αὐτὸς νηστεύων. Ἀρξάμενος γὰρ ἀπὸ τῆς τρίτης ἡμέρας τοῦ πρώτου μηνὸς, εἶτα εἴκοσι καὶ μίαν πληρώσας, τὴν τεσσαρεσκαιδεκάτην παρῆλθεν, καὶ μετ' ἐκείνην ἑπτὰ καὶ τρεῖς ἡμέρας ἑτέρας. Πῶς οὖν οὐκ ἐναγεῖς οὗτοι καὶ μιαροὶ, τῶν ἁγίων ἐκείνων οὐδὲν τοιοῦτον τῶν νομίμων φυλαττόντων ἐπὶ γῆς ἀλλοτρίας, αὐτοὶ τὰ ἐναντία ποιοῦντες πρὸς φιλονεικίαν καὶ ἔριν; Καὶ γὰρ εἰ μὲν ῥᾴθυμοί τινες ἦσαν καὶ ἀνευλαβεῖς οἱ ταῦτα λέγοντες καὶ ποιοῦντες, ἴσως ἄν τις ῥᾳθυμίας ἐνόμισεν εἶναι τὸ μὴ φυλάττειν· εἰ δὲ φιλόθεοι καὶ εὐλαβεῖς, καὶ τὰς ψυχὰς τὰς ἑαυτῶν ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων ἔδωκαν, εὔδηλον ὅτι τὸ μὴ φυλάξαι τὸν νόμον οὐ κατὰ ῥᾳθυμίαν ἐποίουν, ἀλλὰ παρὰ τὸ πεπεῖσθαι παρ' αὐτοῦ τοῦ νόμου, ὅτι τὰς παρατηρήσεις ταύτας ἁπάσας ἕξω τῶν Ἱεροσολύμων φυλάττειν οὐ χρή. Καὶ ἕτερον δὲ ἀπὸ τούτου συνωμολόγηται μέγιστον· ὅτι θυσιῶν παρατηρήσεις καὶ σαββάτων καὶ νουμηνιῶν, καὶ πάντων τῶν τοιούτων, ἐκ περιουσίας ἀπῄτει ἡ τότε πολιτεία· καὶ οὔτε τηρούμενα πρὸς