ἡ φιάλη; ποῦ τὰ σπονδεῖα; ποῦ τὸ πῦρ τὸ ἄνωθεν κατενεχθέν; Πάντα ἀφῆκας, καὶ τὰς σάλπιγγας κατέχεις μόνον; Ὁρᾷς ὅτι παίζουσι μᾶλλον, ἢ λατρεύουσιν; Ἀλλ' ὥσπερ ἐκείνοις ἐγκαλοῦμεν ὅτι παρανομοῦσιν, οὕτω καὶ πολλῷ μᾶλλον ὑμῖν, ὅτι τοῖς παρανομοῦσι συνέρχεσθε, καὶ οὐχὶ τοῖς συντρέχουσι μόνον, ἀλλὰ καὶ τοῖς κυρίοις οὖσι κωλῦσαι, καὶ μὴ βουλομένοις. Μή μοι λέγε· Τί γὰρ ἔχω κοινὸν πρὸς ἐκεῖνον; ἀλλότριός ἐστι καὶ ἄγνωστος. Ἕως ἂν ᾖ πιστὸς, καὶ τῶν αὐτῶν σοι μετέχων μυστηρίων, καὶ εἰς τὴν αὐτὴν Ἐκκλησίαν ἀπαντᾷ, καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ ἐπιτηδείων καὶ πάντων ἐστὶν οἰκειότερος. Ὥσπερ οὖν οὐχ οἱ κλέπτοντες μόνον, ἀλλὰ καὶ οἱ κύριοι μὲν ὄντες κωλῦσαι, μὴ κωλύοντες δὲ, τὴν αὐτὴν ἐκείνοις διδόασι δίκην· οὕτως οὐχ οἱ ἀσεβοῦντες μόνον, ἀλλὰ καὶ οἱ δυνάμενοι μὲν ἀπαγαγεῖν τῆς ἀσεβείας, μὴ βουλόμενοι δὲ ἢ δι' ὄκνον ἢ διὰ νωθρίαν, ὁμοίως κολάζονται. Ἐπεὶ καὶ ὁ τὸ τάλαντον ἐκεῖνο κατορύξας, ὁλόκληρον ἀπέδωκε τῷ ἰδίῳ δεσπότῃ· ἀλλ' ὅμως ἐπειδὴ μὴ ἐπλεόνασεν αὐτὸ ἐκολάζετο. Καὶ σὺ τοίνυν, αὐτὸς ἂν καθαρὸς διαμείνῃς καὶ ἀκέραιος, μὴ πλεονάσῃς δέ σου τὸ τάλαντον, μηδὲ ἕτερον ἀδελφὸν ἀπολλύμενον ἐπαναγάγῃς εἰς σωτηρίαν, τὰ αὐτὰ ἐκείνῳ πείσῃ. Τί μέγα αἰτῶ παρ' ὑμῶν, ἀγαπητοί; Ἕκαστος ὑμῶν ἕνα μοι τῶν ἀδελφῶν ἀνασωσάτω, περιεργασάσθω, πολυπραγμονησάτω, ἵνα εἰς τὴν ἐπιοῦσαν σύναξιν μετὰ πολλῆς παρρησίας ἀπαντήσωμεν, δῶρα τῷ Θεῷ κομίζοντες, δῶρα πάντων τιμιώτερα, τὰς ψυχὰς τῶν πεπλανημένων ἐπαναγαγόντες· κἂν ὑβρισθῆναι δέῃ, κἂν πληγὰς λαβεῖν, κἂν ὁτιοῦν ἕτερον ὑπομεῖναι, πάντα ποιήσωμεν, ὥστε αὐτοὺς ἀνακτήσασθαι. Καὶ γὰρ λακτιζόντων τῶν νοσούντων καὶ ὑβριζόντων καὶ λοιδορούντων ἀνεχόμεθα, οὐ δακνόμεθα ταῖς ὕβρεσιν, ἀλλ' ἓν μόνον ἐπιθυμοῦμεν ἰδεῖν, τοῦ τὰ τοιαῦτα ἀσχημονοῦντος τὴν ὑγίειαν. Καὶ ἰατροῦ πολλάκις ἐσθῆτα διέρρηξεν ὁ κάμνων· ἀλλ' οὐ διὰ τοῦτο ἀπέστη ἐκεῖνος τῆς θεραπείας. Πῶς οὖν οὐκ ἄτοπον, τοὺς μὲν τῶν σωμάτων προνοοῦντας τοσαύτην ποιεῖσθαι τὴν ἐπιμέλειαν, ψυχῶν δὲ τοσούτων ἀπολλυμένων, ῥᾳθυμεῖν, καὶ μηδὲν ἡγεῖσθαι πάσχειν δεινὸν, τῶν μελῶν ἡμῶν σηπομένων; Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως· ἀλλὰ πῶς; Τίς, φησὶν, ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Τοῦτο καὶ σὺ δέξαι τὸ πῦρ· κἂν ἴδῃς ἀδελφὸν ἀπολλύμενον, κἂν λοιδορῇ, κἂν ὑβρίζῃ, κἂν τύπτῃ, κἂν ἀπειλῇ ἐχθρὸς γενέσθαι, κἂν ὁτιοῦν ἕτερον ἐπανατείνηται, πάντα φέρε γενναίως, ὅπως αὐτοῦ κερδάνῃς τὴν σωτηρίαν. Ἐὰν οὗτος ἐχθρός σου γένηται, ὁ Θεὸς ἔσται σου φίλος, καὶ μεγάλοις σε κατὰ τὴν ἡμέραν ἐκείνην ἀμείψεται τοῖς ἀγαθοῖς. Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων τούς τε πεπλανημένους ἀνασωθῆναι, ὑμᾶς τε τῆς ἄγρας περιγενέσθαι, αὐτούς τε τοὺς βλασφήμους ἐκείνους τῆς ἀσεβείας ἀπαλλαγέντας, ἐπιγνῶναι τὸν ὑπὲρ αὐτῶν σταυρωθέντα Χριστὸν, ἵνα πάντες ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.