παιδεῦσαι μειζόνως τὰ οἰκεῖα δόγματα· φέρε ἐκ περιουσίας καὶ τοῦτο ἀποδείξωμεν πάλιν, ὅτι οὔτε ἀναστήσεται λοιπὸν ὁ ναὸς, οὐδὲ εἰς τὴν προτέραν ἐπανήξουσι πολιτείαν. Οὕτω γὰρ ὑμεῖς τε ἀκριβέστερον εἴσεσθε τὰ ἀποστολικὰ δόγματα, ἐκεῖνοί τε μειζόνως ἀσεβοῦντες ἁλώσονται. Παρέξομεν δὲ μάρτυρα τούτων οὐκ ἄγγελον, οὐκ ἀρχάγγελον, ἀλλ' αὐτὸν τὸν τῆς οἰκουμένης ἁπάσης Δεσπότην, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Εἰσελθὼν γὰρ εἰς τὰ Ἱεροσόλυμα, καὶ τὸν ναὸν ἰδὼν, ἔλεγεν, ὅτι Ἔσται Ἱερουσαλὴμ πατουμένη ὑπὸ ἐθνῶν πολλῶν, ἕως οὗ πληρωθῶσι καιροὶ ἐθνῶν πολλῶν, τὸν μέχρι συντελείας λέγων χρόνον. Καὶ πάλιν περὶ τοῦ ναοῦ ταῦτα ἠπείλησε, τοῖς μαθηταῖς εἰπών· Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον ἐν τῷ τόπῳ τούτῳ, ἕως οὗ καταλυθῇ, τὸν ἀφανισμὸν τὸν παντελῆ καὶ τὴν ἐρήμωσιν προαναφωνῶν τὴν εἰς τέλος. Ἀλλ' ὁ Ἰουδαῖος παραγράφεται τὴν μαρτυρίαν πάντως, καὶ οὐκ ἀνέχεται τῶν εἰρημένων. Ἐχθρὸς γὰρ, φησὶν, ἐστὶν ἐμὸς ὁ ταῦτα λέγων· ἐγὼ αὐτὸν ἐσταύρωσα, καὶ πῶς αὐτοῦ παραδέξομαι τὴν μαρτυρίαν; Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, ὦ Ἰουδαῖε, ὅτι ὃν ἐσταύρωσας, μετὰ τὸ σταυρωθῆναι τότε σου τὴν πόλιν καθεῖλε, τότε σου τὸν δῆμον διεσκόρπισε, τότε τὸ ἔθνος πανταχοῦ διέσπειρε· διδάσκων ὅτι ἀνέστη καὶ ζῇ, καὶ νῦν ἐστιν ἐν τοῖς οὐρανοῖς. Ἐπειδὴ γὰρ διὰ τῶν εὐεργεσιῶν οὐκ ἠθέλησας αὐτοῦ γνῶναι τὴν δύναμιν, διὰ τῶν κολάσεων καὶ τῶν τιμωριῶν ἐπαίδευσέ σε τὴν ἄμαχον αὐτοῦ καὶ ἀκαταγώνιστον ἰσχύν. Ἀλλ' οὐδὲ οὕτω πιστεύεις, οὐδὲ νομίζεις αὐτὸν εἶναι Θεὸν, καὶ τῆς οἰκουμένης ἁπάσης Δεσπότην, ἀλλ' ἄνθρωπον ἕνα τῶν πολλῶν. Φέρε οὖν, ὡς ἐπ' ἀνθρώπῳ ποιησώμεθα τὴν ἐξέτασιν. Πῶς δὲ ἐπ' ἀνθρώπων ποιούμεθα τὴν ἐξέτασιν; Ὅταν ἴδωμέν τινας ἀνθρώπους ἐν ἅπασιν ἀληθεύοντας, καὶ μηδὲν μηδαμοῦ ψευδομένους, κἂν ἐχθροὶ τυγχάνοντες ὦσι, καὶ νοῦν ἔχωμεν, δεχόμεθα τὰ ὑπ' αὐτῶν λεγόμενα· ὥσπερ οὖν ὅταν ἴδωμεν ψευδομένους, κἂν ἀληθεύωσιν ἔν τισιν, οὐδὲ ἐκεῖνα ῥᾳδίως παραδεχόμεθα.

§ βʹ Φέρε οὖν, ἴδωμεν ὁποῖον τὸ ἦθος τοῦ Χριστοῦ, καὶ ποῖος ὁ τρόπος. Οὐδὲ γὰρ τοῦτο μόνον προεῖπεν καὶ προανεφώνησεν, ἀλλὰ καὶ ἄλλα πολλὰ τῶν μελλόντων ἐκβήσεσθαι μετὰ μακρὸν ὕστερον χρόνον προανηγόρευσε τότε. Ἀγάγωμεν τοίνυν ἐκείνας τὰς προρρήσεις εἰς μέσον, κἂν ἴδῃς ἐν ἐκείναις ψευδόμενον, μηδὲ ταύτην καταδέξῃ, μηδὲ νομίσῃς εἶναι πιστήν· ἂν δὲ ἴδῃς ἐν ἅπασιν ἀληθεύοντα, καὶ ταύτην τέλος εἰληφυῖαν τὴν πρόρρησιν, καὶ τὸν ἄφατον μαρτυροῦντα χρόνον τῇ τῶν προειρημένων ἀληθείᾳ, μὴ ἀναισχύντει περαιτέρω, μηδὲ φιλονείκει τοῖς ἡλίου φανερωτέροις πράγμασιν. Τί οὖν καὶ ἄλλο προεῖπεν, ἴδωμεν. Προσῆλθεν αὐτῷ γυνὴ, ἀλάβαστρον μύρου ἔχουσα πολυτίμου, καὶ κατέχεε τὸ ἔλαιον. Ἐπετίμησαν οἱ μαθηταὶ τῷ γενομένῳ, λέγοντες· Διατί μὴ ἐπράθη τοῦτο