κονταπέντε, τὴν ἀπαλλαγὴν ἐδήλωσε. Καὶ οὐχ ἁπλῶς εἶπεν, ὁ φθάσας, ἀλλ' Ὁ ὑπομένων καὶ φθάσας. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀσεβούντων εἶδον τὴν μεταβολὴν, οὐκ ἐκείνους μακαρίζει ἁπλῶς, ἀλλὰ τοὺς ἐν τοῖς καιροῖς τῶν κακῶν μαρτυρήσαντας, καὶ μὴ προδόντας τὴν εὐσέβειαν, εἶτα τυχόντας τῆς ἀνέσεως. Διὰ τοῦτο οὐχ ἁπλῶς εἶπεν, Ὁ φθάσας, ἀλλ' Ὁ ὑπομείνας καὶ φθάσας. Ἆρα τί τούτου σαφέστερον γένοιτ' ἄν; Ὁρᾷς πῶς οὐ μόνον μέχρις ἐνιαυτῶν καὶ μηνῶν, ἀλλὰ καὶ ἕως ἡμέρας μιᾶς, μετ' ἀκριβείας ἁπάσης καὶ τὴν αἰχμαλωσίαν καὶ τὴν ἀπαλλαγὴν τῆς αἰχμαλωσίας προανεφώνησεν ὁ προφήτης; Καὶ ὅτι ταῦτα οὐ στοχαζόμενος λέγω, φέρε καὶ ἕτερον τῶν εἰρημένων παραγάγωμεν μάρτυρα, ὃν μάλιστα ἀξιόπιστον εἶναι νομίζουσιν, Ἰώσηππον λέγω, τὸν καὶ τὰς συμφορὰς αὐτῶν τραγῳδήσαντα, καὶ τὴν Παλαιὰν Διαθήκην παραφράσαντα πᾶσαν· ὃς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν γενόμενος, καὶ τὴν αἰχμαλωσίαν τὴν ὑπ' αὐτοῦ προρρηθεῖσαν εἰπὼν, καὶ περὶ ταύτης διελέχθη τῆς αἰχμαλωσίας τῆς γενομένης, τὴν τοῦ προφήτου ἑρμηνεύων ὅρασιν, τὴν ἐπὶ τοῦ κριοῦ καὶ τοῦ τράγου καὶ τῶν τεσσάρων κεράτων, καὶ τοῦ ὑστέρου τοῦ μετ' ἐκεῖνα ἀνελθόντος. Καὶ ἵνα μή τις ὑποπτεύῃ τὰ παρ' ἡμῶν εἰρημένα, φέρε καὶ αὐτὰς παραθώμεθα τὰς ῥήσεις ἐκείνου. Ἐπαινέσας γὰρ καὶ θαυμάσας τὸν Δανιὴλ μεθ' ὑπερβολῆς ἁπάσης, καὶ τῶν ἄλλων αὐτὸν προθεὶς προφητῶν ἁπάντων, ἦλθε καὶ ἐπὶ ταύτην τὴν ὅρασιν, καί φησιν οὕτω· Κατέλιπε δὲ γραφὰς, ὅθεν ἡμῖν τὸ τῆς προφητείας ἀκριβὲς αὐτοῦ καὶ ἀπαράλλακτον ἐποίησε δῆλον. Φησὶ γὰρ, ἐν Σούσοις τῇ μητροπόλει τῆς Περσίδος ἐξελθεῖν μὲν εἰς τὸ πεδίον μετὰ ἑταίρων αὐτοῦ τινῶν· σεισμοῦ δὲ καὶ κλόνου τῆς γῆς ἐξαίφνης γενομένου, καταλειφθῆναι μόνον, φυγόντων τῶν φίλων. Καὶ πεσεῖν μὲν ἐπὶ στόμα, καὶ στηριχθῆναι ἐπὶ τὰς δύο χεῖρας· τινὸς δὲ ἁπτομένου αὐτοῦ καὶ μεταξὺ κελεύοντος ἀναστῆναι, καὶ τὰ μέλλοντα συμβήσεσθαι τοῖς πολίταις ἰδεῖν μετὰ πολλὰς γενεὰς, ἀναστάντι αὐτῷ δειχθῆναι κριὸν μέγαν, πολλὰ μὲν ἐκπεφυκότα κέρατα, τὸ δὲ τελευταῖον αὐτῶν ὑψηλότερον ἔχοντα. Ἔπειτα ἀναβλέψαι μὲν πρὸς τὴν δύσιν, θεάσασθαι δὲ τράγον δι' ἀέρος φερόμενον· συρρήξαντα δὲ τῷ κριῷ, καὶ τοῖς κέρασι πλήξαντα δὶς καταβαλεῖν αὐτὸν ἐπὶ τῆς γῆς καὶ πατῆσαι. Εἶτα τὸν τράγον ἰδεῖν ὑψηλότερον, ἐκ τοῦ μετώπου μέγιστον ἀναφύσαντα κέρας· οὗ κλασθέντος, ἄλλα ἀναβλαστῆσαι τέσσαρα καθ' ἕκαστον τῶν ἀνέμων τετραμμένα· ἐξ αὐτῶν δὲ ἀνασχεῖν καὶ ἄλλο μικρότερον ἐνέγραψεν αὐξῆσαν. Ἔλεγε δὲ αὐτῷ ὁ ταῦτα ἐπιδεικνὺς Θεὸς, πολεμήσειν αὐτοῦ τὸ ἔθνος, καὶ τὴν πόλιν ἀναιρήσειν κατὰ κράτος, καὶ συλήσειν τὸν ναὸν, καὶ τὰς θυσίας κωλύσειν· γενέσθαι δὲ ἐφ' ἡμέρας χιλίας διακοσίας ἐνενήκοντα. Ταῦτα μὲν ἰδεῖν ἐν τῷ πεδίῳ τῷ ἐν Σούσοις ὁ Δανιὴλ ἀνέγραψε· κρῖναι δὲ αὐτῷ τὴν ὄψιν τοῦ φαντάσματος ἐδήλου τὸν Θεόν· ὃς τὸν μὲν κριὸν βασιλείας τὰς Περσῶν καὶ Μήδων σημαίνειν ἔφασκε, τὰ δὲ κέρατα τοὺς βασιλεύειν μέλλοντας· τὸ δὲ ἔσχατον κέρας σημαίνειν τὸν ἔσχατον βασιλέα τὸν μέλλοντα