ἐρημωθήσεται, ἡμεῖς λοιπὸν σκοπήσωμεν. Ἐπειδὴ γὰρ τὴν προσευχὴν ἐκείνην τὴν ἐν σάκκῳ καὶ σποδῷ ἐποιήσατο, ἦλθε Γαβριὴλ πρὸς αὐτὸν καί φησιν· Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν. Ἰδοὺ καὶ ἐνταῦθα χρόνος εἴρηται, φησί· χρόνος, οὐ τῆς αἰχμαλωσίας, ἀλλὰ μεθ' ὅσον ἔμελλεν ἡ αἰχμαλωσία ἀπαντήσεσθαι χρόνον πάλιν. Ἕτερον δέ ἐστι χρόνον εἰπεῖν ὅσον ἔμελλε κρατεῖν ἡ αἰχμαλωσία, καὶ χρόνον μεθ' ὃν ἀπαντᾷν ἔμελλε καὶ παραγίνεσθαι. Ἑβδομήκοντα ἑβδομάδες, φησὶ, συνετμήθησαν ἐπὶ τὸν λαόν σου· οὐκ ἔτι ἐπὶ τὸν λαὸν τὸν ἐμὸν, καίτοι ὁ προφήτης ἔλεγεν, Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν λαόν σου· ἀλλ' ὁ Θεὸς ἀλλοτριοῦται αὐτὸν λοιπὸν διὰ τὸ μέλλον ἔσεσθαι τόλμημα. Εἶτά φησι καὶ τὴν αἰτίαν, Ἕως τοῦ παλαιωθῆναι παράπτωμα, καὶ τοῦ συντελεσθῆναι ἁμαρτίαν. Τί ἐστιν, Ἕως τοῦ συντελεσθῆναι ἁμαρτίαν; Πολλὰ, φησὶν, ἁμαρτάνουσιν· ἀλλ' ἡ κορωνὶς τῶν κακῶν τότε ἔσται, ὅταν τὸν Δεσπότην αὐτῶν ἀνέλωσι. Τοῦτό φησι καὶ ὁ Χριστός· Πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Δούλους, φησὶν, ἀπεκτείνατε, πρόσθετε καὶ αἷμα δεσποτικόν. Ὅρα σύμφωνα τὰ νοήματα. Ὁ Χριστὸς εἶπε, Πληρώσατε· ὁ προφήτης φησὶ, Τελεσθῆναι ἁμαρτίαν, καὶ Τοῦ σφραγίσαι ἁμαρτίας. Τί ἐστι σφραγίσαι; Ὥστε μηδὲν ὑπολελεῖφθαι λοιπόν. Καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον. Ποία δὲ δικαιοσύνη αἰώνιος, ἀλλ' ἢ ἡ παρὰ τοῦ Χριστοῦ δοθεῖσα; Καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων, τουτέστι, στῆσαι λοιπὸν τὰς προφητείας· τοῦτο γάρ ἐστι σφραγίσαι, τὸ στῆσαι τὸ χρῖσμα, στῆσαι τὰς ὁράσεις. Διὰ τοῦτο ὁ Χριστὸς ἔλεγεν· Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου. Ὁρᾷς πῶς παντελῆ ἐνταῦθα ἀπειλεῖ ἐρήμωσιν, καὶ τῶν ἁμαρτιῶν ἀνταπόδοσιν καὶ τῶν ἀδικιῶν; Οὐ γὰρ συγχωρεῖν, ἀλλ' ἐπεξιέναι τοῖς ἁμαρτήμασιν αὐτῶν ἠπείλησεν ὁ Θεός.

§ ιʹ Καὶ πότε δὴ τοῦτο γέγονε; πότε ἀνῃρέθησαν προφητεῖαι παντελῶς; πότε τὸ χρῖσμα κατελύθη, ὡς μηκέτι πάλιν ἐπανελθεῖν; Κἂν ἡμεῖς σιγήσωμεν, οἱ λίθοι κεκράξονται, οὕτω λαμπρὰ τῶν πραγμάτων ἐστὶν ἡ φωνή· οὐδὲ γὰρ ἂν ἔχοιμεν ἄλλον καιρὸν εἰπεῖν, ἐν ᾧ ταῦτα ὑπέστησαν, ἢ τοῦτον τὸν μακρὸν καὶ πολὺν καὶ πλείονα πάλιν ἐσόμενον. Εἶτα πάλιν ἀκριβέστερον λέγων φησὶ, Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ, ἕως Χριστοῦ ἡγουμένου, ἑβδομάδες ἑπτὰ, καὶ ἑβδομάδες ἑξήκοντα δύο. Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε· τὸ γὰρ πᾶν ζήτημα ἐνταῦθά ἐστιν. Ἑβδομάδες ἑπτὰ, καὶ ἑβδομάδες ἑξήκοντα δύο τετρακόσια ὀγδοηκοντατρία ἔτη· ἑβδομάδας γὰρ ἐνταῦθα οὐχ ἡμερῶν φησιν, οὐδὲ μηνῶν, ἀλλ' ἑβδομάδας ἐνιαυτῶν. Ἀπὸ γὰρ Κύρου ἐπὶ Ἀντίοχον τὸν Ἐπιφανῆ καὶ τὴν αἰχμαλωσίαν ἐκείνην, τριακόσια ἐνενήκοντα τέσσαρά ἐστιν ἔτη. Δηλῶν τοίνυν, ὅτι οὐκ ἐκείνην λέγει τὴν ἐρήμωσιν τοῦ ναοῦ, ἀλλὰ τὴν μετ' ἐκείνην, τὴν ἐπὶ Πομπηΐου, καὶ Οὐεσπασιανοῦ, καὶ Τίτου, περαιτέρω προάγων τὸν χρόνον, εἶτα διδάσκων ἡμᾶς πόθεν ἀριθμεῖν χρὴ, δείκνυσιν ὅτι οὐκ ἀπὸ τῆς ἡμέρας τῆς ἐπανόδου· ἀλλὰ πόθεν; Ἀπὸ ἐξόδου λόγου, τοῦ ἀποκριθῆναι, καὶ