§ αʹ Τὰ θηρία ἕως μὲν ἂν τὰς ὕλας νέμηται, καὶ τῆς πρὸς ἀνθρώπους μάχης ἀμελέτητα ὄντα τυγχάνῃ, ἡμερώτερά πώς ἐστι καὶ πραότερα· ἐπειδὰν δὲ αὐτὰ λαβόντες οἱ κυνηγέται εἰς τὰς πόλεις ἀγάγωσι, καὶ κατακλείσαντες πρὸς τὸν τῶν θηριομάχων διεγείρωσι πόλεμον, εἶτα ἐπιπηδήσαντα σαρκὸς ἀπογεύσηται καὶ αἷμα ἀνθρώπινον πίῃ, οὐκ ἂν ῥᾳδίως ταύτης ἀποσταίη λοιπὸν τῆς θοίνης, ἀλλὰ μετὰ πολλῆς ἐπὶ ταύτην τρέχει τὴν τράπεζαν τῆς ἐπιθυμίας. Τοῦτο δὴ καὶ ἡμεῖς πεπόνθαμεν. Ἐπειδὴ γὰρ τῆς πρὸς Ἰουδαίους ἡψάμεθα μάχης, καὶ ἐπιπηδήσαντες αὐτῶν ταῖς ἀναισχύντοις ἀντιρρήσεσι, τοὺς λογισμοὺς αὐτῶν καθείλομεν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ τὰ νοήματα ἐξῃχμαλωτίσαμεν εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, ἐπιθυμίαν πλείονά πως ἐσχήκαμεν τῶν πρὸς ἐκείνους πολέμων. Ἀλλὰ τί πάθω; Ὁρᾶτέ μοι τὴν φωνὴν ἀσθενεστέραν γενομένην, καὶ πρὸς τοσοῦτον πάλιν μῆκος ἀρκεῖν οὐ δυναμένην· καὶ ταυτό μοι δοκῶ πάσχειν νῦν, οἷον ἂν εἴ τις στρατιώτης κατακόψας τινὰς τῶν ἀντιπάλων, καὶ μετὰ πολλοῦ τοῦ θυμοῦ τῇ φάλαγγι τῶν ἐχθρῶν