τὸν εὔδιον κατέπλευσαν λιμένα, οὐ χρυσὸν καὶ ἄργυρον καὶ ἱμάτια πολυτελῆ, ἀλλὰ θησαυροὺς ἀσύλους ἐπιφερόμενοι, ὑπομονὴν, ἀνδρείαν καὶ ἀγάπην. Εἰς τὸν Παύλου τελοῦσι χορὸν νῦν, πρὸ τῶν στεφάνων αὐτῶν πτερούμενοι τῇ προσδοκίᾳ τῶν στεφάνων, καὶ τὸ τοῦ μέλλοντος ἄδηλον λοιπὸν διαφυγόντες. Τί οὖν ἂν δέοιντο τῶν ἡμετέρων οὗτοι λόγων; Διὰ τοῦτο αὕτη ποθεινοτέρα αὐτοῖς ἡ ὑπόθεσις. Ἀπὸ μὲν γὰρ τῶν ἡμετέρων ἐγκωμίων, ὅπερ ἔφθην εἰπὼν, οὐδὲν αὐτοῖς εἰς τὴν οἰκείαν δόξαν ἔσται πλέον· ἀπὸ δὲ τῶν κατὰ Ἰουδαίων ἀγώνων πολλὴ γένοιτ' ἂν αὐτοῖς ἡδονὴ, καὶ σφόδρα ἂν τούτων μάλιστα ἐπακούσαιεν τῶν λόγων τῶν ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ λεγομένων. Ἰουδαίους γὰρ μάλιστα μισοῦσιν οἱ μάρτυρες, ἐπειδὴ τὸν ὑπ' ἐκείνων σταυρωθέντα σφόδρα ἐφίλησαν. Οὗτοι μὲν γὰρ ἔλεγον, Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· ἐκεῖνοι δὲ καὶ τὸ αἷμα τὸ ἑαυτῶν ἐξέχεαν διὰ τὸν ὑπ' ἐκείνων ἀναιρεθέντα. Ὥστε ἡδέως ἂν τούτων ἐπακούσαιεν τῶν λόγων.

§ βʹ Ὅτι μὲν οὖν, εἰ τέλος ἔμελλε λήψεσθαι ἡ παροῦσα δουλεία, καὶ τοῦτο ἂν προεῖπον οἱ προφῆται, καὶ οὐκ ἂν ἐσίγησαν, ἱκανῶς ἀπεδείξαμεν, τὰς αἰχμαλωσίας ἁπάσας μετὰ προρρήσεως δείξαντες ἐπενεχθείσας αὐτοῖς, τὴν ἐν Αἰγύπτῳ, τὴν ἐν Βαβυλῶνι, τὴν ἐπὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς· ἑκάστῃ γὰρ τούτων καὶ χρόνον καὶ τόπον προανακηρυχθέντα ἀπεδείξαμεν διὰ τῶν θείων Γραφῶν· τῇ παρούσῃ δὲ οὐδεὶς ὥρισε χρόνον προφήτης, ἀλλ' ὅτι μὲν ἥξει, καὶ ἐρημώσει πάντα, καὶ μεταστήσει τὴν πολιτείαν, καὶ μετὰ πόσον χρόνον τῆς ἐκ τῆς Βαβυλῶνος ἐπανόδου συμβήσεται, προεῖπεν ὁ Δανιήλ. Ὅτι δὲ ἕξει τέλος, καὶ στήσεταί που τὰ κακὰ ταῦτα, οὔτε ἐκεῖνος ἐδήλωσεν, οὔτε ἄλλος τις προφήτης, ἀλλὰ καὶ τοὐναντίον προεῖπεν, ὅτι ἕως συντελείας καθέξει αὐτοὺς ἡ δουλεία αὕτη. Καὶ μαρτυρεῖ τοῖς εἰρημένοις ὁ χρόνος ὁ τοσοῦτος ἐξ ἐκείνου γενόμενος, καὶ οὐδὲ ἴχνος, οὐδὲ προοίμιον οὐδέπω μέχρι καὶ σήμερον ἐμφήνας χρηστῆς μεταβολῆς, καὶ ταῦτα πολλάκις ἐπιχειρησάντων αὐτῶν ἀναστῆσαι τὸν ναόν. Καὶ γὰρ καὶ ἅπαξ, καὶ δὶς, καὶ τρὶς, ἐπὶ Ἀδριανοῦ καὶ Κωνσταντίνου καὶ Ἰουλιανοῦ ἐπιχειρήσαντες διεκωλύθησαν· τότε μὲν ὑπὸ στρατιωτῶν, ὕστερον δὲ πυρὸς τῶν θεμελίων ἐκπηδήσαντος, καὶ κατασχόντος αὐτοὺς τῆς ἀκαίρου φιλονεικίας. Λοιπὸν δὲ ἡδέως ἂν αὐτοὺς ἐροίμην ἐγὼ, Τίνος ἕνεκεν, εἰπέ μοι, ἐν Αἰγύπτῳ μὲν τοσοῦτον διατρίψαντες χρόνον, ἀπελάβετε τὴν οἰκείαν πατρίδα, καὶ εἰς Βαβυλῶνα πάλιν ἀπαχθέντες, ἐπανήλθετε εἰς τὰ Ἱεροσόλυμα; Πάλιν ἐπὶ Ἀντιόχου τοσαῦτα παθόντες κακὰ, πρὸς τὸ πρότερον ἐπανήλθετε σχῆμα· καὶ πάλιν θυσίας, καὶ βωμὸν, καὶ τὰ ἅγια τῶν ἁγίων, καὶ πάντα μετὰ τῆς προτέρας ἀπελάβετε ἀξίας. Νυνὶ δὲ οὐδὲν τοιοῦτον γεγένηται· ἀλλ' ἑκατὸν καὶ δὶς τοσούτων ἐτῶν καὶ τρὶς καὶ τετράκις, καὶ πολλῷ πλειόνων παρελθόντων· πεντακοσιοστὸν γὰρ λοιπὸν ἐξ ἐκείνου ἐστὶν ἔτος μέχρις ἡμῶν· καὶ οὐδὲ αἴνιγμα τοιαύτης μεταβολῆς ὁρῶμέν που φαινόμενον, ἀλλ' ἀποπεπτωκότα αὐτοῖς τὰ πράγματα τέλεον, καὶ οὐδὲ ὄναρ τοιαύτην ἐνδεικνύ