νος οὖν ἕνεκεν οὐκ ἠνέσχετο; Κἂν ὑμεῖς αἰσχύνησθε εἰπεῖν τὴν αἰτίαν, ἐγὼ φανερῶς ἐρῶ· μᾶλλον δὲ οὐκ ἐγὼ, ἀλλ' αὐτὴ τῶν πραγμάτων ἡ ἀλήθεια. Ἐπειδὴ τὸν Χριστὸν ἀπεκτείνατε, ἐπειδὴ κατὰ τοῦ Δεσπότου τὰς χεῖρας ἐξετείνατε, ἐπειδὴ τὸ αἷμα τὸ τίμιον ἐξεχέατε, διὰ τοῦτο οὐκ ἔστιν ὑμῖν διόρθωσις, οὐδὲ συγγνώμη λοιπὸν, οὐδὲ ἀπολογία. Τότε μὲν γὰρ εἰς δούλους ἦν τὰ τολμώμενα, εἰς Μωϋσέα καὶ Ἡσαΐαν καὶ Ἱερεμίαν· τότε εἰ καὶ ἀσέβειά τις ἐγένετο, ἀλλ' οὔπω τὸ κεφάλαιον τῶν κακῶν ἦν τολμηθέν. Νυνὶ δὲ πάντα ἀπεκρύψατε τὰ παλαιὰ, οὐδενὶ δὲ τρόπῳ παρανομίας ὑπερβολὴν κατελίπετε διὰ τῆς εἰς Χριστὸν μανίας· διὸ καὶ μειζόνως κολάζεσθε νῦν. Ἐπεὶ, εἰ μὴ τοῦτό ἐστι τὸ αἴτιον τῆς παρούσης ὑμῶν ἀτιμίας, τίνος ἕνεκεν παιδοκτονούντων μὲν ὑμῶν ὁ Θεὸς ἠνέσχετο τότε, μηδὲν δὲ τοιοῦτον τολμῶντας ἀποστρέφεται νῦν; Ἦ δῆλον ὅτι καὶ παιδοκτονίας καὶ πάσης παρανομίας πολλῷ χεῖρον ἐτολμήσατε καὶ μεῖζον, τὸν Χριστὸν ἀνελόντες.
§ γʹ Ἔτι οὖν ἀνέξεσθε πλάνον αὐτὸν καὶ παράνομον καλεῖν, εἴπατέ μοι· καὶ οὐκ ἀπελθόντες ἑαυτούς που κατορύξετε πρὸς οὕτω φανερὰν πραγμάτων ἀλήθειαν ἀντιβλέποντες; Εἰ γὰρ πλάνος ἦν ὁ Ἰησοῦς, καθάπερ φατὲ, καὶ παράνομος, καὶ εὐδοκιμῆσαι ὑμᾶς ἐχρῆν, ὅτι αὐτὸν ἀπεκτείνατε. Εἰ γὰρ ὁ Φινεὲς ἕνα τινὰ ἀνελὼν, ὁλόκληρον τὴν κατὰ τοῦ ἔθνους ὀργὴν ἔπαυσεν· Ἔστη γὰρ Φινεὲς, φησὶ, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις· καὶ τοσούτους ἀσεβήσαντας ἀνθρώπους ἐξήρπασε τῆς ὀργῆς τοῦ Θεοῦ μιᾷ σφαγῇ παρανόμου τινὸς ἀνδρός· πολλῷ μᾶλλον ἐφ' ὑμῶν τοῦτο γενέσθαι ἐχρῆν, εἴ γε παράνομος ἦν ὁ ὑφ' ὑμῶν σταυρωθείς. Τί δήποτε οὖν ὁ μὲν Φινεὲς ἄνδρα παράνομον ἀνελὼν ἐδικαιοῦτο, καὶ ἱερωσύνῃ ἐτιμᾶτο· ὑμεῖς δὲ, ὡς φατὲ, πλάνον καὶ ἀντίθεόν τινα σταυρώσαντες, οὐ μόνον οὐκ εὐδοκιμεῖτε οὐδὲ τιμᾶσθε, ἀλλὰ καὶ χαλεπώτερα ἐπάθετε, ἢ ὅτε τοὺς υἱοὺς ὑμῶν ἐσφάττετε; οὐκ εὔδηλον καὶ τοῖς σφόδρα ἀνοήτοις, ὅτι, ἐπειδὴ εἰς τὸν Σωτῆρα καὶ προστάτην τῆς οἰκουμένης παρηνομήσατε, τοιαύτην ὑπομένετε δίκην; Καίτοι γε νῦν καὶ αἱμάτων ἀπέχεσθε μιαρῶν, καὶ σάββατα τηρεῖτε· τότε δὲ καὶ εἰς αὐτὴν ἐνυβρίζετε τὴν ἡμέραν. Καὶ ὁ Θεὸς ἐπηγγέλλετο διὰ τοῦ Ἱερεμίου, φείδεσθαι τῆς πόλεως ὑμῶν, εἰ παύσοισθε αἴροντες βαστάγματα ἐν σαββάτῳ· ἀλλ' ἰδοὺ νῦν τοῦτο ποιεῖτε, καὶ οὐκ αἴρετε βαστάγματα ἐν σαββάτῳ, καὶ οὐδὲ οὕτως καταλλάττεται ὑμῖν. Τὸ γὰρ ἁμάρτημα ὑμῶν ἐκεῖνο ἁπάντων μεῖζον ἦν, ὥστε περιττὸς ὑμῖν οὗτος ὁ λόγος ὁ τῶν ἁμαρτιῶν. Οὐ γὰρ διὰ τὸν λοιπὸν ὑμῶν βίον, ἀλλὰ δι' ἐκεῖνο τὸ τόλμημα ἐν τοῖς παροῦσιν ἐστὲ δεινοῖς. Ὥστε εἴ γε μὴ τοῦτο ἦν, οὐκ ἂν ἐπὶ τοσοῦτον ὁ Θεὸς ὑμᾶς ἀπεστράφη, εἰ καὶ μυρία ἦτε ἡμαρτηκότες· καὶ δῆλον ἔκ τε τῶν εἰρημένων ἁπάντων, καὶ τούτου οὗ μέλλω λέγειν νῦν. Τί δὲ τοῦτό ἐστιν; Ἠκούσαμεν τοῦ Θεοῦ πολλάκις λέγοντος διὰ τῶν προφητῶν πρὸς τοὺς πατέρας τοὺς ὑμετέρους, ὅτι Ὑμεῖς μὲν ἄξιοι μυρίων ἦτε κακῶν· ἐγὼ δὲ, φησὶ, ποιῶ διὰ τὸ ὄνομά μου, ἵνα μὴ βεβηλωθῇ ἐν τοῖς ἔθνεσι. Καὶ πάλιν· Οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, οἶκος τοῦ Ἰσραὴλ, ἀλλ' ἢ διὰ τὸ ὄνομά μου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Βαρυτέρας