ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἐπήγαγε λέγων· Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἰουδαίους, ἀλλὰ, Τοὺς πονηρούς. Τί γὰρ ἐκείνων πονηρότερον γένοιτ' ἂν, οἳ μετὰ τὰς τοσαύτας εὐεργεσίας τὸν εὐεργέτην ἔσφαττον; Εἰ μὴ ἐξέβη ταῦτα, καὶ ἠτίμωσθε νῦν, καὶ πάντων ἀπεστέρησθε τῶν πατρῴων, εἰ μὴ ἔπεσεν ὑμῶν ἡ πόλις, καὶ ἐρείπιον ἐγένετο ὁ ναὸς, καὶ τραγῳδίαν ἅπασαν ὑπερέβη τὰ καθ' ὑμᾶς, μὴ πιστεύῃς, ὦ Ἰουδαῖε· εἰ δὲ τὰ πράγματα βοᾷ, καὶ τέλος ἔλαβεν ἡ προφητεία, τίνος ἕνεκεν ἀναισχυντεῖς εἰκῆ καὶ μάτην; Ποῦ γὰρ τὰ σεμνὰ τὰ παρ' ὑμῖν νῦν; ποῦ ὁ ἀρχιερεύς; ποῦ δὲ ἡ στολὴ, καὶ τὸ λογεῖον, καὶ ἡ δήλωσις; Μὴ γάρ μοι τοὺς πατριάρχας τούτους εἴπῃς, τοὺς καπήλους, τοὺς ἐμπόρους, τοὺς πάσης παρανομίας γέμοντας. Ποῖος ἱερεὺς, εἰπέ μοι, χρίσματος οὐκ ὄντος ἐκείνου τοῦ παλαιοῦ, οὐδὲ τῆς ἄλλης ἁγιαστίας ἁπάσης; ποῖος ἱερεὺς, εἰπέ μοι, θυσίας οὐκ οὔσης, οὐδὲ βωμοῦ, οὐδὲ λατρείας; βούλει σοι τοὺς περὶ τῆς ἱερωσύνης λαλήσω νόμους, πῶς τὸ παλαιὸν ἐγίνοντο, ἵνα μάθῃς ὅτι οὗτοι οἱ νῦν πατριάρχαι παρ' ὑμῖν λεγόμενοι οὐχ ἱερεῖς εἰσιν, ἀλλὰ ἱερεῖς ὑποκρίνονται, καὶ παίζουσι καθάπερ ἐν τῇ σκηνῇ, μᾶλλον δὲ οὐδὲ ὑπόκρισιν διατηρῆσαι δύνανται· τοσοῦτον οὐχὶ τῆς ἀληθείας μόνον, ἀλλὰ καὶ τῆς ὑποκρίσεως αὐτῆς ἐξηκοντίσθησαν. Ἀναμνήσθητι τοίνυν πῶς Ἀαρὼν ἐγένετο ἱερεὺς τότε, πόσας ἐπ' αὐτῷ θυσίας ἔθυσεν ὁ Μωϋσῆς, πόσα κατέβαλεν ἱερεῖα, πῶς αὐτὸν ἔλουσε, πῶς αὐτοῦ ἔχρισε τὸν λοβὸν τοῦ ὠτίου, τὴν χεῖρα τὴν δεξιὰν, τὸν πόδα τὸν δεξιόν· εἶτα εἰς τὰ ἅγια τῶν ἁγίων εἰσήγαγεν· εἶτα ἐκέλευσε ῥητόν τινα ἀριθμὸν ἡμερῶν ἔνδον μεῖναι. Μᾶλλον δὲ καὶ αὐτῶν ἄξιον ἀκοῦσαι τῶν ῥήσεων. Αὕτη, φησὶν, ἡ χρίσις Ἀαρὼν, καὶ ἡ χρίσις τῶν υἱῶν αὐτοῦ. Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Λαβὲ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς αὐτῶν, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ κριὸν, καὶ ἐκκλησίασον τὴν συναγωγὴν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ εἶπε Μωϋσῆς πάσῃ τῇ συναγωγῇ· Τοῦτο τὸ ῥῆμα ὃ ἐνετείλατο Κύριος. Καὶ ἐπειδὴ προσήγαγεν αὐτοὺς δεῖ γὰρ συντεμεῖν, ἔλουσεν αὐτοὺς ὕδατι, ἐνέδυσε τὸν χιτῶνα, ἔζωσε τὴν ζώνην, ἐνέδυσε τὸν ἐπενδύτην, ἐπέθηκε τὴν ἐπωμίδα, ἔζωσεν αὐτὸν, καὶ συνέσφιγξεν, ἐπέθηκε τὸ λογεῖον, καὶ ἐπὶ τὸ λογεῖον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ τῆς μίτρας τὸ πέταλον τὸ χρυσοῦν· εἶτα λαβὼν ἀπὸ τοῦ ἐλαίου, ἐπέρρανεν ἀπ' αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον, καὶ ἡγίασεν αὐτὸ, καὶ τὰ σκεύη, καὶ τὸν λουτῆρα, καὶ τὴν βάσιν, καὶ ἡγίασεν αὐτὰ, καὶ ἐπέχεεν ἀπ' αὐτοῦ ἐπὶ τὴν κεφαλὴν Ἀαρών· καὶ τοῖς υἱοῖς αὐτοῦ ὁμοίως ἐποίησε, καὶ προσήγαγε τὸν μόσχον. Καὶ ἐπειδὴ ἔθυσεν, ἐπιθέντος Ἀαρὼν τὰς χεῖρας, καὶ τῶν υἱῶν αὐτοῦ, ἀπὸ τοῦ αἵματος λαβὼν, ἔθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου, καὶ ἐκαθάρισε τὸ θυσιαστήριον, καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου, καὶ ἡγίασεν αὐτὸ τοῦ ἐξιλάσασθαι ἐπ' αὐτοῦ. Εἶτα ἐπειδή τινα ἐξ αὐτοῦ κατέκαυσε, τὰ μὲν ἔνδον, τὰ δὲ ἔξω, ἤγαγε πάλιν κριὸν, καὶ αὐτὸν ὡλο