§ αʹ Ἆρα κόρον ἐλάβετε τῆς πρὸς Ἰουδαίους μάχης; ἢ βούλεσθε καὶ σήμερον τῆς αὐτῆς ὑποθέσεως ἁψώμεθα πάλιν; Εἰ γὰρ καὶ πολλὰ τὰ ἔμπροσθεν εἰρημένα, ἀλλ' ὅμως ὑμᾶς ἐπιθυμεῖν οἶμαι τῆς αὐτῆς ἀκροάσεως πάλιν. Ὁ γὰρ τῆς εἰς τὸν Χριστὸν ἀγάπης οὐκ ἔχων κόρον, οὐδὲ τῆς πρὸς τοὺς μισοῦντας αὐτὸν μάχης λήψεται κόρον ποτέ. Χωρὶς δὲ τούτων, καὶ ἄλλως ἡμῖν ἀναγκαῖος οὗτος ὁ λόγος· ἔτι γὰρ λείψανα τῶν ἑορτῶν αὐτῶν ὑπολέλειπται. Ἀλλ' ὥσπερ αὐτῶν αἱ σάλπιγγες τῶν ἐν τοῖς θεάτροις ἦσαν παρανομώτεραι, καὶ αἱ νηστεῖαι μέθης καὶ κώμου παντὸς ἦσαν αἰσχρότεραι, οὕτω καὶ αἱ σκηναὶ αἱ νῦν παρ' αὐτῶν πηγνύμεναι, τῶν πανδοχείων τῶν πόρνας ἐχόντων καὶ αὐλητρίδας οὐδὲν ἄμεινον διάκεινται. Καὶ μηδεὶς τόλμαν καταγινωσκέτω τοῦ λόγου· τόλμα γὰρ ἐσχάτη καὶ παρανομία τὸ μὴ οὕτως ὑποπτεύειν περὶ ἐκείνων. Ὅταν γὰρ τῷ Θεῷ φιλονεικοῦντες, καὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτοντες πράττωσι, πῶς οὐ χρὴ τοιαύτην περὶ αὐτῶν ψῆφον ἐκφέρειν; Ἦν ποτε σεμνὴ αὕτη ἡ ἑορτὴ, ὅτε κατὰ νόμον ἐγίνετο, καὶ τοῦ Θεοῦ κελεύοντος, νυνὶ δὲ οὐκ ἔτι· τὸ γὰρ ἀξίωμα αὐτῆς ἅπαν ἀνῄρηται τῷ παρὰ γνώμην τοῦ Θεοῦ γίνεσθαι. Καὶ οἱ μάλιστα καθυβρίζοντες καὶ τὸν νόμον καὶ τὰς ἑορτὰς τὰς παλαιὰς, οὗτοι μάλιστα πάντων εἰσὶν οἱ δοκοῦντες νῦν ἐπιτελεῖν· οἱ δὲ μάλιστα τὸν νόμον τιμῶντες ἡμεῖς, οἱ καθάπερ γεγηρακότα ἄνθρωπον ἀναπαύοντες, καὶ