τὴν ἱερωσύνην λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν, τουτέστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος τοῦ Ἀβραάμ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οἱ Λευῗται, φησὶν, οἱ παρὰ Ἰουδαίοις ἱερεῖς, ἐντολὴν ἔλαβον κατὰ τὸν νόμον, δεκάτας λαμβάνειν ἐκ τῶν ἄλλων Ἰουδαίων. Καίτοι γε πάντες ἐκ τοῦ Ἀβραὰμ ἦσαν, καὶ οἱ Λευῗται, καὶ ὁ λοιπὸς λαὸς, ἀλλ' ὅμως δεκάτας λαμβάνουσι παρὰ τῶν ἀδελφῶν αὐτῶν. Ὁ δὲ Μελχισεδὲκ, ὁ μὴ γενεαλογούμενος ἐξ αὐτῶν οὐ γὰρ ἐκ τοῦ Ἀβραὰμ ἦν, οὐδὲ ἐκ τῆς φυλῆς τῆς Λευϊτικῆς, ἀλλ' ἐξ ἑτέρου γένους, δεδεκάτωκε τὸν Ἀβραὰμ, τουτέστι, δεκάτας παρ' αὐτοῦ ἔλαβε· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερόν τι. Τί δὲ τοῦτο; Ὅτι καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας, τὸν Ἀβραὰμ, πάλιν ηὐλόγησε. Καὶ τί τοῦτο, φησὶ, δείκνυται; Ὅτι οὗτος ἐκείνου σφόδρα ἐλάττων. Πῶς; Χωρὶς πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Ὥστε εἰ μὴ ἦν ἐλάττων ὁ Ἀβραὰμ, ὁ πρόγονος τῶν Λευϊτῶν, τοῦ Μελχισεδὲκ, οὐκ ἂν ἐκεῖνος τοῦτον εὐλόγησεν, οὐδ' ἂν οὗτος ἐκείνῳ δεκάτας ἔδωκεν. Εἶτα βουλόμενος δεῖξαι, ὅτι διὰ τοῦ Μελχισεδὲκ προῆλθεν ἂν ἐκεῖνο, ἐπήγαγε λέγων· Καὶ, ὡς ἔπος εἰπεῖν, τουτέστι σχεδὸν, διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται. Τί δέ ἐστι, δεδεκάτωται; Δεκάτας ἔδωκε καὶ αὐτὸς, φησὶ, τῷ Μελχισεδὲκ, ὁ μηδέπω γεννηθεὶς, διὰ τοῦ πατρὸς αὐτοῦ· Ἔτι γὰρ, φησὶν, ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς αὐτοῦ ἦν, ὅτε συνήντησεν αὐτῷ Μελχισεδέκ· διὰ τοῦτο γὰρ προλαβὼν εἶπεν, Ὡς ἔπος εἰπεῖν. Τίνος οὖν ἕνεκεν ταῦτα ἔλεγεν, ἐπάγει λέγων· Εἰ μὲν οὖν ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενομοθέτητο, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἱερέα ἕτερον, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; Τί δέ ἐστιν ὃ λέγει; Εἰ τὰ πράγματα ἦν τέλεια, φησὶ, τὰ κατὰ Ἰουδαίους; καὶ μὴ σκιὰ ἦν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, ἀλλὰ τὸ πᾶν αὐτὸς κατωρθώκει, καὶ οὐκ ἔμελλεν ἑτέρῳ παραχωρεῖν, οὔτε ἡ ἱερωσύνη ἡ προτέρα ὑπεξίστασθαι, καὶ ἑτέρα ἀντεισάγεσθαι, τίνος ἕνεκεν ὁ προφήτης ἔλεγεν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ; ἔδει γὰρ εἰπεῖν, κατὰ τὴν τάξιν Ἀαρών. Διὰ τοῦτό φησιν, Εἰ μὲν οὖν ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἱερέα ἕτερον, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; Δῆλον γὰρ ἐκ τούτου, ὡς ἐκείνη μὲν τέλος ἔλαβεν ἡ ἱερωσύνη, ἑτέρα δὲ ἀντεισενήνεκται πολλῷ βελτίων καὶ ὑψηλοτέρα. Τούτου δὲ ὁμολογουμένου, κἀκεῖνο συνωμολόγηται, ὅτι καὶ πολιτεία ἑτέρα τῇ ἱερωσύνῃ συμβαίνουσα συνεισαχθήσεται, αὕτη ἡ ἡμετέρα δηλονότι, καὶ νομοθεσία βελτίων. Ὅπερ δὴ κατασκευάζων ὁ Παῦλος ἔλεγε, Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται, καὶ τούτων δημιουργὸς εἷς ἐστιν. Ἐπειδὴ γὰρ τὸ πλέον τῶν νομίμων περὶ τὴν τῆς ἱερωσύνης ἀκολουθίαν ἀνηλίσκετο, ἡ δὲ ἱερωσύνη ἡ προτέρα ἐξεβέβλητο, εὔδηλον ὅτι ἑτέρας ἀντεισαχθείσης, καὶ νομοθεσίαν μείζονα ἀντεισαχθῆναι ἔδει. Εἶτα δηλῶν, περὶ τίνος ταῦτα λέγεται, Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φησὶ, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον