ροῦ, τὴν ἀπὸ τοῦ ἱεροῦ, τὴν ἀπὸ τῆς προρρήσεως τῶν προφητῶν ἐλεγχομένην· δεῖξον πῶς εἰκῆ καὶ μάτην ἅπαντα πράττουσι, καὶ οὐδέποτε ἐπὶ τὴν προτέραν ἐπανήξουσι πολιτείαν, καὶ ὅτι οὐ θέμις αὐτοῖς ἔξω τῶν Ἱεροσολύμων οὐδὲν τοιοῦτον ἐπιτελεῖν. Καὶ πρὸς τούτοις ἀνάμνησον τῆς γεέννης, τοῦ φοβεροῦ βήματος τοῦ Κυρίου, τῶν εὐθυνῶν τῶν ἐκεῖ, καὶ ὅτι τούτων ἁπάντων δώσομεν λόγον, καὶ τιμωρία τις οὐ μικρὰ κεῖται τοῖς τὰ τοιαῦτα τολμῶσιν· ἀνάμνησον καὶ Παύλου λέγοντος· Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε· καὶ πάλιν ἀπειλοῦντος· Ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Καὶ εἰπὲ ὅτι καθάπερ περιτομὴ, οὕτω καὶ νηστεία Ἰουδαϊκὴ τῶν οὐρανῶν ἐκβάλλει τὸν νηστεύοντα, κἂν μυρία ἕτερα κατορθώματα ἔχῃ· εἰπὲ ὅτι Χριστιανοὶ διὰ τοῦτο καὶ καλούμεθα καὶ ἐσμὲν, ἵνα τῷ Χριστῷ πειθώμεθα, οὐχ ἵνα πρὸς τοὺς ἐχθροὺς ἐκείνους τρέχωμεν. Ἂν δέ τινας θεραπείας προτείνηται, καὶ λέγῃ πρὸς σὲ, ὅτι Ὑπισχνοῦνται θεραπεύειν, καὶ διὰ τοῦτο πρὸς αὐτοὺς τρέχω, ἀνακάλυψον αὐτῶν τὰς μαγγανείας, τὰς ἐπῳδὰς, τὰ περιάμματα, τὰς φαρμακείας. Οὐδὲ γὰρ ἄλλῳ τινὶ τρόπῳ δοκοῦσι θεραπεύειν, οὐδὲ γὰρ θεραπεύουσι κατὰ ἀλήθειαν, μὴ γένοιτο! Ἐγὼ δὲ ὑπερβολὴν ποιοῦμαι πολλὴν, καὶ ἐκεῖνο λέγω, ὅτι εἰ καὶ θεραπεύουσιν ἀληθῶς, βέλτιον ἀποθανεῖν, ἢ τοῖς ἐχθροῖς τοῦ Θεοῦ προσδραμεῖν, καὶ τοῦτον θεραπευθῆναι τὸν τρόπον. Τί γὰρ ὄφελος, σῶμα θεραπεύεσθαι τῆς ψυχῆς ἀπολλυμένης; τί δὲ κέρδος, ἐνταῦθά τινος τυγχάνειν παραμυθίας, μέλλοντας εἰς τὸ ἀθάνατον παραπέμπεσθαι πῦρ; Ἵνα γὰρ μὴ λέγωσι ταῦτα, ἄκουσον τί φησιν ὁ Θεός· Ἐὰν ἀναστῇ προφήτης ἐν σοὶ, ἢ ἐνυπνιαζόμενος ἐνύπνιον, καὶ δῷ σημεῖον καὶ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον καὶ τὸ τέρας, ὃ ἐλάλησε, καὶ εἴπῃ· Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οὐκ ἀκούσεσθε τοῦ προφήτου ἐκείνου, ὅτι πειράζει Κύριος ὁ Θεὸς ὑμᾶς, εἰ ἀγαπᾶτε Κύριον τὸν Θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν, καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐὰν εἴπῃ τις προφήτης, φησὶν, ὅτι Δύναμαι νεκρὸν ἐγεῖραι, ἢ τυφλὸν θεραπεῦσαι, ἀλλὰ πεισθῆτέ μοι, καὶ προσκυνήσωμεν τοῖς δαίμοσιν, ἢ εἰδωλολατρήσωμεν· εἶτα ὁ ταῦτα λέγων, δυνηθῇ θεραπεῦσαι τὸν τυφλὸν, ἢ τὸν νεκρὸν ἐγεῖραι, μηδὲ οὕτω πεισθῇς, φησί· διὰ τί; Ὅτι πειράζων σε ὁ Θεὸς, συνεχώρησεν ἐκείνῳ δυνηθῆναι τοῦτο, οὐκ ἐπειδὴ αὐτὸς ἠγνόει σου τὴν γνώμην, ἀλλ' ἵνα σοι δοκιμὴν παράσχῃ εἰ φιλεῖς τὸν Θεὸν ὄντως. Φιλοῦντος δέ ἐστι, τὸ κἂν νεκροὺς παρέχωσιν ἀνισταμένους οἱ σπουδάζοντες ἡμᾶς ἀφελκύσαι τοῦ φιλουμένου, μηδ' οὕτως ἀφίστασθαι. Εἰ δὲ Ἰουδαίοις ταῦτα ἔλεγε, πολλῷ μᾶλλον ἡμῖν, οὓς ἐπὶ μείζονα φιλοσοφίαν ἤγαγεν, οἷς τὴν περὶ τῆς ἀναστάσεως ἤνοιξε θύραν, οἷς κελεύει, μὴ τοῖς παροῦσιν ἐμφιλοχωρεῖν, ἀλλὰ τὰς ἐλπίδας ἁπάσας πρὸς τὴν μέλλουσαν ζωὴν ἔχειν.

§ ςʹ Ἀλλὰ τί λέγεις; ὅτι θλίβει σε καὶ πιέζει τοῦ σώματος ἡ νόσος; Ἀλλ' οὔπω τοσαῦτα πέπονθας, ὅσα ὁ μακάριος Ἰὼβ, μᾶλλον δὲ οὐδὲ τὸ πολλοστὸν μέρος ἐκείνου. Μετὰ γὰρ τὴν ἀθρόαν τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἄλλων ἁπάντων ἀπώλειαν, ἡρπάσθη καὶ τῶν παίδων ὁλόκληρος ὁ χορός· καὶ πάντα ἐν ἡμέρᾳ μιᾷ ἐγένετο, ἵνα μὴ ἡ φύσις τῶν πειρασμῶν μόνον, ἀλλὰ καὶ ἡ συνέχεια καταβάλῃ τὸν ἀθλητήν. Μετ' ἐκεῖνα πάντα καιρίαν ἐν τῷ σώματι δε