τοῦ δὲ Θεοῦ ὁρῶντος, τοῦ πανταχοῦ παρόντος, ἀναισχύντως τὴν παρανομίαν ταύτην τολμᾷν; Ἀλλ' οὐ δέδοικας τὸν Θεόν; Οὐκοῦν κἂν αὐτοὺς αἰδέσθητι τοὺς Ἰουδαίους. Ποίοις γὰρ αὐτοὺς ὀφθαλμοῖς ὄψει; καὶ ποίῳ διαλέξῃ στόματι, Χριστιανὸς μὲν εἶναι ὁμολογῶν, πρὸς δὲ τὰς ἐκείνων τρέχων συναγωγὰς, καὶ τῆς παρ' ἐκείνων δεόμενος βοηθείας; Οὐκ ἐννοεῖς, ὅσον σου καταχέουσι γέλωτα, ὅσα σκώμματα, ὅσην χλευασίαν, ὅσην αἰσχύνην, ὅσον ὄνειδος, εἰ καὶ μὴ φανερῶς, ἀλλὰ κατὰ τὸ συνειδὸς τὸ ἑαυτῶν;
§ θʹ Ταῦτ' οὖν, εἰπέ μοι, φορητὰ ἢ ἀνεκτά; Εἰ γὰρ μυρίους ἀποθανεῖν θανάτους ἔδει, εἰ γὰρ τὰ ἀνήκεστα παθεῖν, οὐ πολλῷ βέλτιον ἦν ἅπαντα ὑπομεῖναι τὰ χαλεπὰ, ἢ τῶν μιαρῶν ἐκείνων γενέσθαι γέλωτα καὶ χλευασίαν, καὶ μετὰ συνειδότος ζῇν πονηροῦ; Ταῦτα λέγω, οὐχ ἵνα αὐτοὶ ἀκούητε μόνον, ἀλλ' ἵνα τοὺς τὰ τοιαῦτα νοσοῦντας θεραπεύητε. Ὥσπερ γὰρ ἐκείνοις ἐγκαλοῦμεν, ὅτι ἀσθενοῦσι περὶ τὴν πίστιν, οὕτως ὑμῖν ἐγκαλοῦμεν, ὅτι τοὺς ἀσθενοῦντας διορθοῦν οὐ βούλεσθε. Μὴ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, ἀγαπητὲ, ἵνα ἐνταῦθα εἰσιὼν ἀκούσῃς τὰ λεγόμενα; τοῦτο μὲν οὖν καὶ κρῖμά ἐστιν, ὅταν μὴ προσῇ τῇ τῶν λόγων ἀκροάσει καὶ ἔργον. Διὰ τοῦτο Χριστιανὸς εἶ, ἵνα τὸν Χριστὸν μιμῇ, καὶ τοῖς ἐκείνου πείθῃ νόμοις. Τί δαὶ ἐκεῖνος ἐποίησεν; Οὐκ ἐν Ἱεροσολύμοις καθήμενος ἐκάλει πρὸς ἑαυτὸν τοὺς ἀρρώστους, ἀλλὰ περιῄει πόλεις καὶ κώμας, ἑκατέρων τὴν ἀρρωστίαν θεραπεύων, καὶ τὴν τοῦ σώματος, καὶ τὴν τῆς ψυχῆς. Καίτοι γε ἐδύνατο ἐν ἑνὶ καθήμενος τόπῳ πάντας ἑλκύσαι πρὸς ἑαυτόν· ἀλλ' οὐκ ἐποίησε τοῦτο, ἡμῖν διδοὺς ὑπόδειγμα εἰς τὸ περιιέναι καὶ ζητεῖν τοὺς ἀπολλυμένους. Πάλιν καὶ διὰ τῆς κατὰ τὸν ποιμένα παραβολῆς τοῦτο ᾐνίξατο. Καὶ γὰρ οὐκ ἐκάθισε μετὰ τῶν ἐνενηκονταεννέα προβάτων, καὶ ἀνέμεινε τὸ πλανώμενον ἐλθεῖν πρὸς αὐτὸν, ἀλλ' αὐτὸς ἀπῆλθε, καὶ εὗρε, καὶ εὑρὼν καὶ ἐβάστασεν ἐπὶ τῶν ὤμων, καὶ ἀπεκόμισεν. Οὐχ ὁρᾷς καὶ τοὺς ἰατροὺς αὐτὸ τοῦτο ποιοῦντας; οὐκ ἀναγκάζουσι τοὺς ἀρρώστους ἐπὶ τῶν κλινιδίων κατακειμένους εἰς τὰς οἰκίας αὐτῶν φέρεσθαι, ἀλλ' αὐτοὶ τρέχουσι πρὸς ἐκείνους. Τοῦτο καὶ σὺ ποίησον, ἀγαπητὲ, εἰδὼς ὅτι βραχὺς ὁ παρὼν βίος, κἂν μὴ ταῦτα κερδάνωμεν τὰ κέρδη, οὐδεμίαν ἕξομεν ἐκεῖ σωτηρίαν. Δύναται πολλάκις μία κερδηθεῖσα ψυχὴ μυρίων ὄγκον ἁμαρτημάτων ἀφανίσαι, καὶ γενέσθαι ἡμῖν ἀντίψυχον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἐννόησον διὰ τί προφῆται, διὰ τί ἀπόστολοι, διὰ τί δίκαιοι, διὰ τί ἄγγελοι πολλάκις ἐπέμφθησαν, διὰ τί αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ παρεγένετο· οὐχ ἵνα ἀνθρώπους διασώσῃ; οὐχ ἵνα πεπλανημένους