ὅτι οὐ μόνον οὐχὶ πιστὴν καὶ μεμυημένην, ἀλλ' οὐδὲ ἀμύητόν τινα πρὸς ταύτην ἕλκειν ἐχρῆν τὴν ἀνάγκην. Ὡς δὲ ἐξέβαλον διὰ πολλῶν καὶ μακρῶν λόγων τὴν πεπλανημένην ὑπόνοιαν τῆς ἐκείνου ψυχῆς, ἠρώτων τὴν αἰτίαν, δι' ἣν τὴν Ἐκκλησίαν ἀφεὶς, ἐπὶ τὰ τῶν Ἑβραίων εἷλκε συνέδρια. Ὁ δὲ πολλοὺς ἔφη πρὸς αὐτὸν εἰρηκέναι, φοβερωτέρους τοὺς ἐκεῖ γινομένους ὅρκους εἶναι. Ἐπὶ τούτοις ἐστέναξα, καὶ ἐνεπρήσθην ὑπὸ θυμοῦ, καὶ μετὰ ταῦτα ἐγέλων πάλιν. Τὴν μὲν γὰρ τοῦ διαβόλου κακουργίαν ὁρῶν, ἐστέναζον, οἷα τοὺς ἀνθρώπους ἀναπείθειν ἴσχυσε· τὴν δὲ ῥᾳθυμίαν τῶν ἀπατωμένων λογιζόμενος, ἐνεπιμπράμην ὑπὸ τοῦ θυμοῦ· καὶ τὴν ἄνοιαν πάλιν τῶν ἀπατηθέντων ὅση καὶ ἡλίκη τις ἦν σκοπῶν, ἐγέλων. Ταῦτα δὲ εἶπον πρὸς ὑμᾶς καὶ διηγησάμην, ἐπειδὴ πρὸς τοὺς τὰ τοιαῦτα καὶ ποιοῦντας καὶ πάσχοντας ἀπανθρώπως καὶ ἀναλγήτως διάκεισθε· κἂν ἴδητέ τινα τῶν ἀδελφῶν τῶν ὑμετέρων εἰς παρανομίας τοιαύτας ἐμπίπτοντα, ἀλλοτρίαν, οὐκ οἰκείαν ἡγεῖσθε τὴν συμφορὰν εἶναι, καὶ πρὸς τοὺς ἐγκαλοῦντας ἀπολογεῖσθαι νομίζετε, λέγοντες, Ἐμοὶ γὰρ τί μέλει; τίς δέ μοι κοινὸς πρὸς ἐκεῖνόν ἐστι λόγος; ἐσχάτης μισανθρωπίας καὶ Σατανικῆς ὠμότητος φθεγγόμενοι ῥήματα. Τί λέγεις; ἄνθρωπος ὢν, καὶ τῆς αὐτῆς κοινωνῶν φύσεως, μᾶλλον δὲ, εἰ δεῖ φύσεως κοινωνίαν εἰπεῖν, κεφαλὴν μίαν ἔχων τὸν Χριστὸν, τολμᾷς εἰπεῖν, ὅτι οὐδέν σοι κοινόν ἐστι πρὸς τὰ μέλη τὰ σά; Πῶς οὖν τὸν Χριστὸν ὁμολογεῖς σὺ κεφαλὴν εἶναι τῆς Ἐκκλησίας; καὶ γὰρ ἡ κεφαλὴ πάντα τὰ μέλη συνάπτειν πέφυκε, καὶ πρὸς ἑαυτὰ μετὰ ἀκριβείας ἐπιστρέφειν τε καὶ συνδεῖν. Εἰ δὲ μηδὲν κοινὸν ἔχεις πρὸς τὸ μέλος σου, οὐδὲ πρὸς τὸν ἀδελφόν σου ἔχεις τι κοινὸν, οὐδὲ κεφαλὴν ἔχεις τὸν Χριστόν. Ὡς παιδία μικρὰ φοβοῦσιν ὑμᾶς Ἰουδαῖοι, καὶ οὐκ αἰσθάνεσθε. Καθάπερ γὰρ τοῖς παιδίοις ἐκείνοις προσωπεῖα δεικνύντες φοβερὰ καὶ καταγέλαστα τῶν μιαρῶν οἰκετῶν πολλοὶ οὐ γάρ ἐστι φύσει φοβερὰ, ἀλλὰ διὰ τὸ εὐτελὲς τῆς διανοίας τοιαῦτα φαίνεται πολὺν κινοῦσι γέλωτα· οὕτω δὴ καὶ τοὺς ἀτελεστέρους τῶν Χριστιανῶν μορμολύττονται Ἰουδαῖοι. Πῶς γὰρ τὰ παρ' αὐτοῖς φοβερὰ, τὰ πολλῆς αἰσχύνης καὶ γέλωτος γέμοντα, τὰ τῶν προσκεκρουκότων, τὰ τῶν ἠτιμωμένων, τὰ τῶν καταδίκων;

§ δʹ Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλ' ὄντως φοβερὰ καὶ φρίκης ἀνάμεστα. Ἔνθα γὰρ Θεός ἐστι ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχων, οὗτος φοβερὸς ὁ τόπος· ἔνθα μυρίοι περὶ κολάσεων ἀθανάτων λόγοι, περὶ τῶν πυρίνων ποταμῶν, περὶ τοῦ σκώληκος τοῦ ἰοβόλου, περὶ τῶν δεσμῶν τῶν ἀρρήκτων, περὶ τοῦ σκότους. τοῦ ἐξωτέρου. Ἐκεῖνοι δὲ τούτων μὲν οὐδὲν οὐδ' ὄναρ ἴσασι, τῇ γαστρὶ ζῶντες, πρὸς τὰ παρόντα κεχηνότες, ὑῶν καὶ τράγων οὐδὲν ἄμεινον διακείμενοι, κατὰ τὸν τῆς ἀσελγείας λόγον καὶ τὴν τῆς ἀδηφαγίας ὑπερβολήν· ἓν δὲ ἐπίστανται μόνον, γαστρίζεσθαι καὶ μεθύειν, ὑπὲρ ὀρχηστῶν κατακόπτεσθαι, ὑπὲρ ἡνιόχων τραυματίζεσθαι. Ταῦτα οὖν, εἰπέ μοι, σεμνὰ καὶ φοβερά; καὶ τίς ἂν τοῦτο εἴποι; Πόθεν οὖν ἡμῖν ἔδοξαν εἶναι φοβερὰ, πλὴν εἰ μὴ καὶ τοὺς ἠτιμωμένους τῶν οἰκετῶν, καὶ τοὺς ἀπαρρησιάστους, καὶ τῆς δεσποτικῆς οἰκίας ἐκπεσόντας, φοβερούς τις εἶναι λέγοι τοῖς εὐδοκιμοῦσι καὶ παρρησίαν ἔχουσιν; Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἐπεὶ μηδὲ πανδοχεῖα τῶν βασιλικῶν αὐλῶν σεμνότερα, μᾶλλον δὲ καὶ πανδοχείου παντὸς ἀτιμότερον τὸ τῆς συναγωγῆς χωρίον