ἐστίν. Οὐ γὰρ λῃστῶν οὐδὲ καπήλων ἁπλῶς, ἀλλὰ δαιμόνων ἐστὶ καταγώγιον, μᾶλλον δὲ οὐχ αἱ συναγωγαὶ μόνον, ἀλλὰ καὶ αὐταὶ αἱ ψυχαὶ τῶν Ἰουδαίων· καὶ τοῦτο πρὸς τῷ τέλει τοῦ λόγου δεῖξαι πειράσομαι. Παρακαλῶ τοίνυν ὑμᾶς μνημονεύειν ταύτης μάλιστα τῆς διαλέξεως. Οὐ γὰρ πρὸς ἐπίδειξιν οὐδὲ κρότους λέγομεν νῦν, ἀλλὰ πρὸς θεραπείαν τῶν ὑμετέρων ψυχῶν. Τίς γὰρ ἔτι λείπεται λόγος ἡμῖν, ὅταν, τοσούτων ἰατρῶν ὄντων, ὦσί τινες νοσοῦντες; Δώδεκα ἦσαν οἱ ἀπόστολοι, καὶ τὴν οἰκουμένην ἐπεσπάσαντο· τὸ πλέον τῆς πόλεως Χριστιανὸν, καὶ ἔτι μὴν νοσοῦσί τινες ἰουδαϊσμόν. Καὶ ποίαν ἀπολογίαν ἔχοιμεν ἂν ἡμεῖς οἱ ὑγιαίνοντες; Ἄξιοι μὲν γὰρ ἐγκλημάτων κἀκεῖνοι οἱ νοσοῦντες· οὐ μὴν οὐδὲ ἡμεῖς ἀπηλλάγμεθα κατηγορίας, περιορῶντες αὐτοὺς ἐπὶ τῆς ἀρρωστίας· ἀμήχανον γὰρ ἦν, σπουδῆς πολλῆς παρ' ἡμῶν ἀπολαύοντας, μένειν ἐπὶ τῆς ἀσθενείας ἐκείνους. Διὰ τοῦτο προλαβὼν λέγω νῦν ταῦτα, ἵνα ἕκαστος ὑμῶν ἐπισπάσηται τὸν ἀδελφὸν, κἂν ἀνάγκην ἐπιθεῖναι δέοι, κἂν βίαν ποιῆσαι, κἂν ὑβρίσαι, κἂν φιλονεικῆσαι, πάντα ποίησον, ὥστε ἐξελέσθαι αὐτὸν τῆς τοῦ διαβόλου παγίδος, καὶ τῆς κοινωνίας ἀπαλλάξαι τῶν Χριστοκτόνων. Ἐπὶ τῆς ἀγορᾶς εἴ τινα εἶδες ἀπαγόμενον, εἰπέ μοι, δικαίᾳ ψήφῳ καταδικασθέντα, εἶτα κύριος ᾖς ἀφαρπάσαι τῶν τοῦ δημίου χειρῶν, οὐκ ἂν ἅπαντα ἔπραξας, ὥστε αὐτὸν ἀπαλλάξαι τῆς ἀπαγωγῆς; Τὸν ἀδελφὸν νῦν ὁρᾷς τὸν σὸν, οὐχ ὑπὸ τοῦ δημίου, ἀλλ' ὑπὸ τοῦ διαβόλου πρὸς τὸ βάραθρον τῆς ἀπωλείας ἑλκόμενον ἀδίκως καὶ ἀνοσίως, καὶ οὐδὲ συμβολὴν προέσθαι ὑπομένοις, ὥστε αὐτὸν ἐξελέσθαι τῆς παρανομίας ἐκείνης; καὶ ποίας ἂν τύχοις συγγνώμης; Ἀλλ' ἰσχυρότερός σου καὶ δυνατώτερός ἐστιν. Ἐμοὶ αὐτὸν κατάστησον· αἱρήσομαι τὴν κεφαλὴν ἀποθέσθαι μᾶλλον, ἢ τῶν ἱερῶν αὐτὸν ἀφεῖναι ἐπιβαίνειν προθύρων, ἂν φιλονεικῇ καὶ τοῖς αὐτοῖς ἐπιμένῃ. Τί γάρ σοι κοινὸν μετὰ τῆς ἐλευθέρας, μετὰ τῆς ἄνω Ἱερουσαλήμ; Εἵλου τὴν κάτω· δούλευε μετ' ἐκείνης· καὶ γὰρ καὶ αὐτὴ δουλεύει μετὰ τῶν τέκνων αὐτῆς, κατὰ τὸν τοῦ Ἀποστόλου λόγον. Νηστεύεις μετὰ Ἰουδαίων; οὐκοῦν ἀπόθου καὶ τὰ ὑποδήματα μετὰ Ἰουδαίων, καὶ γυμνοῖς βάδιζε τοῖς ποσὶν ἐπὶ τῆς ἀγορᾶς, καὶ κοινώνει τῆς ἀσχημοσύνης αὐτοῖς καὶ τοῦ γέλωτος. Ἀλλ' οὐκ ἂν ἕλοιο· αἰσχύνῃ γὰρ καὶ ἐρυθριᾷς. Εἶτα σχήματος μὲν αὐτοῖς κοινωνῆσαι αἰσχύνῃ, ἀσεβείας δὲ κοινωνῶν, οὐκ αἰσχύνῃ; καὶ ποίαν ἕξεις συγγνώμην, Χριστιανὸς ὢν ἐξ ἡμισείας; Πιστεύσατε, τὴν κεφαλὴν πρότερον ἀποθήσομαι, ἢ περιόψομαί τινα τῶν τὰ τοιαῦτα νοσούντων, ἐὰν ἴδω· ἐὰν δὲ ἀγνοήσω, συγγνώμην ὁ Θεὸς δώσει πάντως. Ταῦτα καὶ ὑμῶν αὐτῶν ἕκαστος λογιζέσθω, μηδὲ πάρεργον ἡγείσθω τὸ πρᾶγμα εἶναι. Οὐχ ὁρᾶτε ἐπὶ τῶν μυστηρίων τί βοᾷ συνεχῶς ὁ διάκονος; Ἐπιγινώσκετε ἀλλήλους· πῶς ὑμῖν ἐγχειρίζει τὴν ἀκριβῆ τῶν ἀδελφῶν ὑμῶν ἐξέτασιν; Τοῦτο καὶ ἐπ' ἐκείνων ποίησον· ὅταν ἐπιγνῷς τινα ἰουδαΐζοντα, κάτασχε, δῆλον ποίησον, ὥστε μὴ κοινωνῆσαι καὶ αὐτὸς τῷ κινδύνῳ. Καὶ γὰρ ἐπὶ τῶν ἔξω στρατοπέδων, ἂν ἁλῷ τις βαρβαρίζων καὶ τὰ Περσικὰ φρονῶν ἐν μέσοις τοῖς στρατιώταις, οὐκ αὐτὸς κινδυνεύει μόνος, ἀλλὰ καὶ ἕκαστος τῶν συνειδότων μὲν, οὐ ποιησάντων δὲ αὐτὸν τῷ στρατηγῷ φανερόν. Ἐπεὶ οὖν καὶ ὑμεῖς στρατόπεδόν ἐστε τοῦ Χριστοῦ, μετὰ ἀκριβείας δι