ἀλλὰ δαίμονες οἰκοῦσι τὸν τόπον. Καὶ τοῦτο οὐ περὶ τῆς ἐνταῦθα λέγω συναγωγῆς μόνον, ἀλλὰ καὶ τῆς ἐν Δάφνῃ· πονηρότερον γὰρ ἐκεῖ τὸ βάραθρον, ὃ δὴ καλοῦσι Ματρώνης. Καὶ γὰρ πολλοὺς ἤκουσα τῶν πιστῶν ἀναβαίνειν ἐκεῖ, καὶ παρακαθεύδειν τῷ τόπῳ. Ἀλλὰ μὴ γένοιτό ποτε τούτους πιστοὺς προσειπεῖν. Ἐμοὶ καὶ τὸ Ματρώνης καὶ τὸ τοῦ Ἀπόλλωνος ἱερὸν ὁμοίως ἐστὶ βέβηλον. Εἰ δέ τίς μου τόλμαν καταγινώσκει, πάλιν ἐγὼ τὴν ἐσχάτην αὐτοῦ καταγνώσομαι μανίαν. Εἰπὲ γάρ μοι, ὅπου δαίμονες οἰκοῦσιν, οὐχὶ ἀσεβείας χωρίον ἐστὶ, κἂν μὴ ξόανον εἱστήκῃ; Ὅπου Χριστοκτόνοι συνέρχονται, ὅπου σταυρὸς ἐλαύνεται, ὅπου βλασφημεῖται Θεὸς, ὅπου Πατὴρ ἀγνοεῖται, ὅπου Υἱὸς ὑβρίζεται, ὅπου Πνεύματος ἀθετεῖται χάρις, μᾶλλον δὲ καὶ αὐτῶν ὄντων δαιμόνων, οὐ μείζων ἐντεῦθεν ἡ βλάβη; Ἐκεῖ μὲν γὰρ γυμνὴ καὶ περιφανὴς ἡ ἀσέβεια, καὶ οὐκ ἂν ῥᾳδίως ἐπισπάσαιτο, οὐδὲ ἀπατήσειε τὸν νοῦν ἔχοντα καὶ σωφρονοῦντα· ἐνταῦθα δὲ λέγοντες Θεὸν προσκυνεῖν, καὶ εἴδωλα ἀποστρέφεσθαι, καὶ προφήτας ἔχειν καὶ τιμᾷν, τοῖς ῥήμασι τούτοις πολὺ κατασκευάζοντες τὸ δέλεαρ, τοὺς ἀφελεστέρους καὶ ἀνοήτους ἀφυλάκτως εἰς τὰς ἑαυτῶν ἐμβάλλουσι πάγας. Ὥστε τὰ μὲν τῆς ἀσεβείας ἴσα αὐτοῖς καὶ Ἕλλησι, τὰ δὲ τῆς ἀπάτης χαλεπώτερον ὑπὸ τούτων δρᾶται. Καὶ γὰρ καὶ παρ' αὐτοῖς ἕστηκε βωμὸς ἀπάτης ἀόρατος, εἰς ὃν οὐχὶ πρόβατα καὶ μόσχους, ἀλλὰ ψυχὰς ἀνθρώπων καταθύουσιν. Ὅλως δὲ εἰ θαυμάζεις τὰ ἐκείνων, τίς σοι κοινὸς πρὸς ἡμᾶς ἐστι λόγος; Εἰ γὰρ σεμνὰ καὶ μεγάλα τὰ Ἰουδαίων, ψευδῆ τὰ ἡμέτερα· εἰ δὲ ταῦτα ἀληθῆ, ὥσπερ οὖν καὶ ἀληθῆ, ἐκεῖνα ἀπάτης γέμει. Οὐχὶ τὰς Γραφὰς λέγω· μὴ γένοιτο! ἐκεῖναι γάρ με πρὸς τὸν Χριστὸν ἐχειραγώγησαν· ἀλλὰ τὴν ἀσέβειαν αὐτῶν καὶ τὴν μανίαν τὴν νῦν. Ἀλλὰ γὰρ ὥρα λοιπὸν δεῖξαι, ὅτι καὶ δαίμονες ἐκεῖ κατοικοῦσιν, οὐχὶ ἐν αὐτῷ τῷ τόπῳ μόνον, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς ψυχαῖς τῶν Ἰουδαίων. Ὅταν γὰρ ἐξέλθῃ, φησὶ, τὸ πνεῦμα τὸ ἀκάθαρτον, πορεύεται δι' ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν· κἂν μὴ εὕρῃ, φησὶν, ὑποστρέψω εἰς τὸν οἶκόν μου· καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, σεσαρωμένον καὶ κεκοσμημένον· καὶ πορεύεται, καὶ παραλαμβάνει μεθ' ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσέρχεται εἰς αὐτὸν, καὶ ἔσται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. Οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ. Ὁρᾷς ὅτι δαίμονες ἐνοικοῦσιν αὐτῶν ταῖς ψυχαῖς, καὶ χαλεπώτεροι τῶν προτέρων οἱ νῦν; καὶ μάλα εἰκότως. Τότε μὲν γὰρ εἰς τοὺς προφήτας ἠσέβουν, νῦν δὲ εἰς αὐτὸν τῶν προφητῶν τὸν Δεσπότην ὑβρίζουσιν. Ἀνθρώποις οὖν, εἰπέ μοι, δαιμονῶσι, καὶ τοσαῦτα ἔχουσι πνεύματα ἀκάθαρτα, ἐν σφαγαῖς καὶ φόνοις ἀνατραφεῖσιν, εἰς ταυτὸ συνέρχεσθε, καὶ οὐ φρίττετε; Προσρήσεως γὰρ δεῖ κοινωνεῖν τούτοις, καὶ λόγου μεταδιδόναι ψιλοῦ, ἀλλ' οὐχ ὡς κοινὴν λύμην καὶ νόσον τῆς οἰκουμένης ἁπάσης ἀποστρέφεσθαι; Οὐχὶ πᾶν εἶδος ἐπῆλθον κακίας; οὐχὶ τοὺς πολλοὺς καὶ μακροὺς λόγους οἱ προφῆται πάντες εἰς τὰς τούτων κατηγορίας ἀνήλωσαν; Ποίαν τραγῳδίαν, τίνα παρανομίας τρόπον οὐκ ἀπέκρυψαν ταῖς ἑαυτῶν μιαιφονίαις; ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις· τὴν φύσιν ἠγνόησαν, ὠδίνων ἐπελάθοντο, παιδοτροφίαν κατεπάτησαν, τῆς συγγενείας τοὺς νόμους ἐξ αὐτῶν τῶν βάθρων ἀνέτρεψαν, θηρίων ἁπάντων γεγόνασιν ἀγριώτεροι. Τὰ