θηρία μὲν γὰρ καὶ τὴν ψυχὴν ἐπιδίδωσι πολλάκις, καὶ τῆς οἰκείας καταφρονεῖ σωτηρίας, ὥστε ὑπερασπίσαι τῶν ἐκγόνων· οὗτοι δὲ οὐδεμιᾶς ἀνάγκης οὔσης τοὺς ἐξ αὐτῶν φύντας ταῖς οἰκείαις κατέσφαξαν χερσὶν, ἵνα τοὺς ἐχθροὺς τῆς ἡμετέρας ζωῆς, τοὺς ἀλάστορας θεραπεύσωσι δαίμονας. Τί ἄν τις αὐτῶν ἐκπλαγείη πρότερον, τὴν ἀσέβειαν ἢ τὴν ὠμότητα, καὶ τὴν ἀπανθρωπίαν; ὅτι τοὺς υἱοὺς ἔθυσαν, ἢ ὅτι τοῖς δαιμονίοις ἔθυσαν; Ἀλλὰ ἀσελγείας ἕνεκεν οὐχὶ καὶ τὰ λαγνότατα τῶν ἀλόγων ἀπέκρυψαν; Ἄκουσον τοῦ προφήτου, τί φησι περὶ τῆς ἀκολασίας αὐτῶν· Ἵπποι θηλυμανεῖς ἐγένοντο· ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν. Οὐκ εἶπεν, ἕκαστος τῆς γυναικὸς τοῦ πλησίον ἐπεθύμει, ἀλλ' ἐμφαντικώτατα τῇ τῶν ἀλόγων φωνῇ τὴν ἐκ τῆς ἀσελγείας ἐγγινομένην αὐτοῖς μανίαν ἐνέφηνεν.
§ ζʹ Τί βούλεσθε ἕτερον εἴπω; τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, τὰς τῶν πενήτων προδοσίας, τὰς κλοπὰς, τὰς καπηλείας; Ἀλλ' οὐδὲ πᾶσα ἡμῖν πρὸς ταύτην ἀρκέσει τὴν διήγησιν ἡ ἡμέρα. Ἀλλ' αἱ ἑορταὶ αὐτῶν σεμνὸν ἔχουσί τι καὶ μέγα; Καὶ αὐτὰς μὲν οὖν ταύτας ἀκαθάρτους ἀπέδειξαν. Ἄκουσον γοῦν τῶν προφητῶν, μᾶλλον δὲ ἄκουσον τοῦ Θεοῦ, μεθ' ὅσης αὐτὰς ἀποστρέφεται τῆς ὑπερβολῆς· Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν. Ὁ Θεὸς μισεῖ, καὶ σὺ κοινωνεῖς; Καὶ οὐκ εἶπε, τήνδε ἢ τήνδε τὴν ἑορτὴν, ἀλλὰ πάσας ὁμοῦ. Βούλει ἰδεῖν, ὅτι καὶ τὴν διὰ τυμπάνων καὶ τῆς κιθάρας καὶ τῶν ψαλτηρίων καὶ τῶν ἄλλων ὀργάνων λατρείαν μισεῖ; Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, φησὶ, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. Ὁ Θεὸς λέγει, Μετάστησον ἀπ' ἐμοῦ· καὶ σὺ τρέχεις ἀκουσόμενος τῶν σαλπίγγων; Ἀλλ' αὗται αἱ θυσίαι καὶ αἱ προσφοραὶ οὐχὶ βδελυκταί; Ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστι. Θυμίαμα βδέλυγμα, καὶ ὁ τόπος οὐ βδέλυγμα; Καὶ πότε δὲ βδέλυγμα; Πρὶν ἢ τὸ κεφάλαιον αὐτοὺς ἐργάσασθαι τῶν κακῶν, πρὶν ἢ τὸν ἑαυτῶν ἀνελεῖν Δεσπότην, πρὸ τοῦ σταυροῦ, πρὸ τῆς Χριστοκτονίας τὸ βδέλυγμα· καὶ νῦν οὐ πολλῷ μᾶλλον; Καίτοι τί θυμιάματος εὐωδέστερον; Ἀλλ' οὐ τῇ φύσει τῶν δώρων, ἀλλὰ τῇ προαιρέσει τῶν προσαγόντων προσέχων ὁ Θεὸς, οὕτω κρίνει τὰς προσφοράς. Προσέσχεν ἐπὶ Ἄβελ, καὶ τότε ἐπὶ τοῖς δώροις αὐτοῦ· εἶδε τὸν Κάϊν, καὶ τότε τὰς θυσίας αὐτοῦ ἀπεστράφη. Ἐπὶ γὰρ Κάϊν, φησὶ, καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν. Ὁ Νῶε θυσίας ἀνήνεγκε τῷ Θεῷ προβάτων καὶ μόσχων καὶ ὀρνίθων· καί φησιν ἡ Γραφὴ, ὅτι Ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας· τουτέστιν, ἐδέξατο τὰ προσενεχθέντα. Οὐ γὰρ δὴ ῥῖνές εἰσι περὶ Θεὸν, ἀλλὰ ἀσώματον τὸ θεῖον. Καίτοι τὰ ἀναφερόμενα ἐκεῖθεν κνίσσα καὶ καπνὸς σωμάτων καιομένων· τῆς δὲ τοιαύτης κνίσσης οὐδὲν δυσωδέστερον· ἀλλ' ἵνα μάθῃς, ὅτι τῇ προαιρέσει τῶν προσφερόντων προσέχων ὁ Θεὸς καὶ δέχεται καὶ ἀποστρέφεται τὰς θυσίας, τὴν μὲν κνίσσαν καὶ τὸν καπνὸν ὀσμὴν εὐωδίας καλεῖ, τὸ δὲ θυμίαμα βδέλυγμα, ἐπειδὴ πολλῆς δυσωδίας ἡ τῶν προσαγαγόντων προαίρεσις ἔγεμεν. Βούλει μαθεῖν ὅτι μετὰ τῶν θυσιῶν, καὶ τῶν ὀργάνων, καὶ τῶν ἑορτῶν, καὶ τῶν θυμιαμάτων, καὶ τὸν ναὸν ἀποστρέφεται διὰ τοὺς εἰσιόντας ἐκεῖ; Μάλιστα μὲν ἔδειξε διὰ τῶν ἔργων, τότε μὲν βαρβαρικαῖς χερσὶ παραδοὺς, ὕστερον δὲ εἰς τέλος καθελών· ὅμως δὲ καὶ πρὸ τῆς καταστροφῆς διὰ τοῦ προφήτου βοᾷ καὶ λέγει, Μὴ πεποίθατε ἐπὶ λόγοις ψευδέσιν, ὅτι οὐκ ὠφελήσουσιν ὑμᾶς,