λέγοντες, ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν. Οὐχ ὁ ναὸς ἁγιάζει, φησὶ, τοὺς συνιόντας, ἀλλ' οἱ συνιόντες τὸν ναὸν ἅγιον ποιοῦσιν. Εἰ δὲ τότε οὐκ ὠφέλει ὁ ναὸς, ὅτε τὰ Χερουβὶμ, ὅτε ἡ κιβωτὸς, πολλῷ μᾶλλον ὅτε πάντα ἐκεῖνα ἀνῄρηται, ὅτε τελεία ἡ ἀποστροφὴ τοῦ Θεοῦ γέγονεν, ὅτε πλείων τῆς ἔχθρας ἡ ὑπόθεσις. Πόσης οὖν ἀνοίας ἂν εἴη καὶ πόσης παραφροσύνης, τοὺς ἠτιμωμένους, τοὺς ὑπὸ τοῦ Θεοῦ προδεδομένους, τοὺς τὸν Δεσπότην παροξύναντας, τούτους κοινωνοὺς ποιεῖσθαι ἐν ἑορταῖς; Εἴ τις τὸν υἱὸν ἀνεῖλε τὸν σὸν, εἰπέ μοι, ἆρα ἂν αὐτὸν ἰδεῖν ὑπέμεινας; ἆρα ἂν ἀκοῦσαι τῆς προσηγορίας; ἀλλ' οὐχ ὡς δαίμονα πονηρὸν, ἀλλ' οὐχ ὡς αὐτὸν τὸν διάβολον ἔφυγες ἄν; Τοῦ Δεσπότου σου τὸν Υἱὸν ἀνεῖλον, καὶ τολμᾷς αὐτοῖς εἰς ταυτὸν συνιέναι; Καὶ ὁ μὲν ἀναιρεθεὶς οὕτω σε ἐτίμησεν, ὡς ἀδελφόν σε ποιῆσαι καὶ συγκληρονόμον αὑτοῦ· σὺ δὲ αὐτὸν οὕτως ἀτιμάζεις, ὡς τοὺς ἐκείνου φονέας καὶ σταυρώσαντας αὐτὸν τιμᾷν καὶ θεραπεύειν τῇ τῶν ἑορτῶν κοινωνίᾳ, καὶ εἰς τοὺς βεβήλους αὐτῶν τόπους ἀπαντᾷν, καὶ τῶν ἀκαθάρτων ἐπιβαίνειν προθύρων, καὶ κοινωνεῖν τραπέζης δαιμονίων· οὕτω γὰρ ἐγὼ πείθομαι καλεῖν μετὰ τὴν θεοκτονίαν τὴν τῶν Ἰουδαίων νηστείαν. Καὶ πῶς γὰρ οὐχὶ δαίμονας θεραπεύουσιν οἱ Θεοῦ ἐναντία διαπραττόμενοι; Ἀλλὰ θεραπείαν ἐκ δαιμόνων ἐπιζητεῖς; Ὅτε εἰς χοίρους εἰσελθεῖν αὐτοὺς συνεχώρει ὁ Χριστὸς, τότε εἰς πέλαγος εὐθέως κατεπόντισαν· ἀνθρωπείων δὲ φείσονται σωμάτων; Εἴθε μὲν οὖν μὴ ἀπεκτίννυον, εἴθε μὴ ἐπεβούλευον. Τοῦ παραδείσου ἐξέβαλον, τῆς τιμῆς ἀπεστέρησαν τῆς ἄνωθεν, καὶ τὸ σῶμα θεραπεύσουσι; Γέλως ταῦτα καὶ μῦθοι. Ἐπιβουλεύειν καὶ καταβλάπτειν, οὐ θεραπεύειν ἴσασιν οἱ δαίμονες. Τῆς ψυχῆς οὐ φείδονται, καὶ τῶν σωμάτων, εἰπέ μοι, φείσονται; τῆς βασιλείας ἐπιχειροῦσιν ἐκβαλεῖν, καὶ νοσημάτων ἀπαλλάττειν αἱρήσονται; Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος, μᾶλλον δὲ τοῦ Θεοῦ διὰ τοῦ προφήτου, ὅτι οὐδὲ ἀγαθοποιῆσαι, οὐδὲ κακοποιῆσαι δύνανται; Εἰ δὲ καὶ ἠδύναντο θεραπεύειν, καὶ ἐβούλοντο, ὅπερ ἀδύνατον, ἀλλὰ δεῖ σε μὴ κέρδους μικροῦ καὶ φθειρομένου ζημίαν ἄφθαρτον καὶ αἰώνιον ἀνταλλάξασθαι. Σῶμα θεραπεύσεις, ἵνα ψυχὴν ἀπολέσῃς; Οὐ καλή σου ἡ ἐμπορία· τὸν ποιητὴν τοῦ σώματος παροργίζεις Θεὸν, καὶ τὸν σὸν ἐπίβουλον εἰς θεραπείαν ἐπικαλῇ; Καὶ πῶς σέ τις τῆς ἰατρικῆς ἐπιστήμης αὐτῆς ἕνεκα δεισιδαίμων ἄνθρωπος Ἑλλήνων θεοῖς οὐχ ἑλκύσει προσκυνῆσαι ῥᾳδίως; Καὶ γὰρ ἐκεῖνοι πολλὰ πολλάκις διὰ τῆς αὐτῶν τέχνης νοσήματα ἀπήλασαν, καὶ πρὸς ὑγίειαν τοὺς κάμνοντας ἐπανήγαγον. Τί οὖν, κοινωνῆσαι δεῖ τῆς ἀσεβείας διὰ τοῦτο; Μὴ γένοιτο. Ἄκουσον τί φησιν Ἰουδαίοις ὁ Μωϋσῆς· Ἐὰν ἀναστῇ προφήτης ἐν ὑμῖν, ἐνυπνιαζόμενος ἐνύπνιον καὶ δῷ σημεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησε, καὶ εἴπῃ πρὸς σὲ, λέγων· Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οἷς οὐκ ᾔδεισαν οἱ πατέρες ἡμῶν· οὐκ ἀκούσεσθε τῆς φωνῆς τοῦ προφήτου, ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἐάν τις ἀναστῇ προφήτης, φησὶ, καὶ ποιήσῃ σημεῖον, ἢ νεκρὸν ἐγείρῃ, ἢ λεπρὸν καθάρῃ, ἢ πηρὸν ἰάσηται, καὶ μετὰ τὸ ποιῆσαι τὸ σημεῖον, καλέσῃ σε εἰς ἀσέβειαν, μὴ πεισθῇς διὰ τὴν ἔκβασιν τοῦ σημείου. Διὰ τί; Πειράζει γάρ σε Κύριος ὁ Θεός σου ἰδεῖν, εἰ ἀγαπᾷς αὐτὸν ἐξ ὅλης τῆς καρδίας