§ αʹ Ἡ μὲν παράνομος καὶ ἀκάθαρτος τῶν Ἰουδαίων νηστεία λοιπὸν ἐπὶ θύραις. Μὴ θαυμάσητε δὲ εἰ ἀκάθαρτον αὐτὴν ἐκάλεσα νηστείαν οὖσαν· τὸ γὰρ παρὰ γνώμην Θεοῦ γινόμενον, κἂν θυσία, κἂν νηστεία ᾖ, πάντων ἐστὶν ἐναγέστερον. Ἡ μὲν οὖν παράνομος αὐτῶν νηστεία μετὰ πέντε λοιπὸν ἡμέρας ἐφίσταται· ἐγὼ δὲ πρὸ δέκα ἡμερῶν, ἢ καὶ πλειόνων, προλαβὼν ἐποιησάμην πρὸς ὑμᾶς τὴν παραίνεσιν, ὥστε ἀσφαλίσασθαι τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους. Ἀλλὰ μηδεὶς ἀκαιρίαν καταγινωσκέτω τοῦ λόγου, ὅτι πρὸ τοσούτων ἡμερῶν αὐτὸν προεβαλόμεθα. Καὶ γὰρ πυρετοῦ προσδοκωμένου, ἢ καὶ ἑτέρου τινὸς νοσήματος, προλαμβάνοντες τὸ τοῦ μέλλοντος ἁλώσεσθαι σῶμα πολλαῖς ἀσφαλίζονται θεραπείαις, ἐπειγόμενοι πρὸ τῆς πείρας τῆς ἐφόδου τῶν μελλόντων αὐτὸ ἐξαρπάσαι δεινῶν. Ἐπεὶ οὖν καὶ ἡμεῖς ὁρῶμεν νόσον χαλεπωτάτην προσιέναι μέλλουσαν, ἄνωθεν καὶ πρὸ πολλοῦ διεμαρτυράμεθα τοῦ χρόνου, ὥστε πρὸ τῆς πείρας τοῦ κακοῦ τὴν διόρθωσιν. Διὰ τοῦτο οὐχὶ πρὸς αὐτὰς τὰς ἡμέρας παρῄνεσα, ἵνα μὴ ἡ τοῦ καιροῦ στενοχωρία ἐμποδίσῃ πρὸς τὴν θήραν ὑμᾶς τῶν ἀδελφῶν τῶν ὑμετέρων, ἀλλ' ἔχοντες τὴν ἀπὸ τοῦ πλήθους τῶν ἡμερῶν εὐρυχωρίαν, μετὰ ἀδείας ἁπάσης δυνηθῆτε τοὺς τὰ τοιαῦτα νοσοῦντας ἐξιχνιάσαι καὶ ἀνακτήσασθαι. Οὕτω που καὶ οἱ γάμους ἐπιτελοῦντες, καὶ δεῖπνα πολυτελῆ κατασκευάζοντες ποιοῦσιν· οὐ παρ' αὐτὰς τὰς ἡμέρας, ἀλλὰ πρὸ πολλοῦ τοῦ χρόνου ἁλιεῦσιν ἰχθύων καὶ ὀρνίθων θηραταῖς διαλέγονται, ἵνα μηδὲν αὐτοῖς ἀπὸ τῆς τοῦ καιροῦ στενοχωρίας γένηται κώλυμα πρὸς τὴν τῆς τραπέζης παρασκευήν. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἐμέλλομεν ὑμῖν παρατιθέναι τράπεζαν κατὰ τῆς Ἰουδαίων ἀναισθησίας, προλαβόντες ὑμῖν τοῖς ἁλιεῦσι διελέχθημεν, ἵνα σαγηνεύσητε τῶν ἀδελφῶν τῶν ὑμετέρων τοὺς ἀσθενεστέρους, καὶ πρὸς τὴν ἀκρόασιν τῶν ἡμετέρων ἀγάγητε λόγων. Ὅσοι μὲν οὖν ἡλιεύσατε, καὶ εἴσω τῶν δικτύων ἔχετε μετὰ ἀσφαλείας, μείνατε ἐπισφίγγοντες αὐτοὺς τῷ λόγῳ τῆς παραινέσεως· ὅσοι δὲ μηδέπω τῆς καλῆς ταύτης ἐκρατήσατε θήρας, ἱκανὴν ἔχετε προθεσμίαν, τὰς πέντε ταύτας ἡμέρας, ὥστε περιγενέσθαι τῆς ἄγρας. Ἀναπετάσωμεν τοίνυν τὰ δίκτυα τῆς διδασκαλίας, περιστῶμεν κύκλῳ, καθάπερ κύνες θηρατικοὶ, πάντοθεν αὐτοὺς συνελαύνοντες εἰς τοὺς τῆς Ἐκκλησίας νόμους. Ἐπαγάγωμεν δὲ αὐτοῖς, εἰ δοκεῖ, ὥσπερ τινὰ κυνηγέτην ἄριστον, τὸν μακάριον Παῦλον βοῶντα καὶ λέγοντα· Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι, ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Καὶ γὰρ πολλὰ τῶν ἀνημέρων ζώων καὶ ἐξηγριωμένων, ἐπειδὰν ὑπὸ θάμνον κρυπτόμενα τύχῃ τῆς τοῦ κυνηγέτου φωνῆς ἀκούσαντα, ἐξάλλεται μὲν ἀπὸ τοῦ φόβου, συνελαυνόμενα δὲ τῇ τῆς φωνῆς ἀνάγκῃ, καὶ ἄκοντα πολλάκις ὑπὸ τῆς βοῆς συνωθούμενα, εἰς αὐτὰ ἐμπίπτει τὰ θήρατρα· οὕτω καὶ οἱ ἀδελφοὶ οἱ ὑμέτεροι, οἱ καθάπερ ἐν θάμνῳ τινὶ, τῷ ἰουδαϊσμῷ, κρυπτόμενοι, ἂν