τῆς Παύλου φωνῆς ἀκούσωσιν, εὖ οἶδ' ὅτι ῥᾳδίως εἰς τὰ τῆς σωτηρίας ἐμπεσοῦνται δίκτυα, καὶ πᾶσαν τὴν Ἰουδαϊκὴν ἀποθήσονται πλάνην. Οὐδὲ γὰρ Παῦλός ἐστιν ὁ φθεγγόμενος, ἀλλ' ὁ Χριστὸς ὁ κινῶν τὴν ἐκείνου ψυχήν. Ὥστε ὅταν ἀκούσῃς αὐτοῦ βοῶντος καὶ λέγοντος, Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι, ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει, τὴν φωνὴν εἶναι Παύλου μόνην νόμιζε, τὸ νόημα δὲ καὶ τὸ δόγμα τοῦ ἔνδοθεν αὐτῷ ἐνηχοῦντος Χριστοῦ. Ἀλλ' ἴσως εἴποι τις ἂν, καὶ τοσαύτη τῆς περιτομῆς ἡ βλάβη, ὡς πᾶσαν ἀνόνητον ποιῆσαι τοῦ Χριστοῦ τὴν οἰκονομίαν; Ναὶ, τοσαύτη τῆς περιτομῆς ἡ βλάβη, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀγνωμοσύνην. Ἦν ποτε καιρὸς, ὅτε χρήσιμος ἦν καὶ ἀναγκαῖος ὁ νόμος· νῦν οὖν ἐπαύσατο καὶ ἀργεῖ. Ἂν τοίνυν ἀκαίρως αὐτὸν ἐπισπάσῃ, ἀνόνητόν σοι ποιεῖ τοῦ Θεοῦ τὴν δωρεάν. Διὰ τοῦτο Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει, ἐπειδὴ μὴ βούλεσθε προσελθεῖν. Καὶ γὰρ εἴ τις ἐπὶ μοιχείᾳ καὶ τοῖς αἰσχίστοις ἁλοὺς τὸ δεσμωτήριον οἰκοίη, εἶτα μελλούσης αὐτῷ τῆς δίκης εἰσάγεσθαι, καὶ τῆς καταδικαζούσης φέρεσθαι ψήφου, ἔλθοι βασιλέως ἐπιστολὴ τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἅπαντας ἀφεῖσα ἄνευ λόγου τινὸς καὶ ἐξετάσεως, ὁ δὲ μὴ βουληθεὶς ἀπολαῦσαι τῆς δωρεᾶς, ἕλοιτο καὶ φιλονεικοίη δικάζεσθαι μᾶλλον καὶ λόγους καὶ εὐθύνας ὑπέχειν, οὐ δυνήσεται λοιπὸν ἀπολαῦσαι τῆς χάριτος· ὑπεύθυνον γὰρ ἑαυτὸν δικαστηρίῳ καὶ ψήφῳ καὶ ἐξετάσει ποιήσας, ἑκὼν τῆς δωρεᾶς ἑαυτὸν ἐξέβαλε τῆς βασιλικῆς. Οὕτω καὶ ἐπὶ τῶν Ἰουδαίων γέγονε. Σκοπεῖτε δέ· ἑάλω πᾶσα τῶν ἀνθρώπων ἡ φύσις ἐπὶ τοῖς αἰσχίστοις κακοῖς· Πάντες γὰρ ἥμαρτον, φησί· καὶ ὥσπερ ἐν δεσμωτηρίῳ, τῇ κατάρᾳ τῆς παρανομίας ἦσαν συγκεκλεισμένοι· ἔμελλεν ἀπόφασις κατ' αὐτῶν φέρεσθαι ψήφου· ἦλθεν ἐπιστολὴ βασιλέως ἐκ τῶν οὐρανῶν, μᾶλλον δὲ αὐτὸς ὁ βασιλεὺς ἦλθεν, ἄνευ ἐξετάσεως καὶ τοῦ τὰς εὐθύνας λαβεῖν, πάντας τῶν δεσμῶν τῆς ἁμαρτίας ἀφιείς.

§ βʹ Οἱ μὲν οὖν προσδραμόντες ἅπαντες ἀπολαύουσι τῆς δωρεᾶς, σωζόμενοι χάριτι· οἱ δὲ ἀπὸ νόμου δικαιοῦσθαι θέλοντες, καὶ τῆς χάριτος ἐκπεσοῦνται. Οὔτε γὰρ τῆς φιλανθρωπίας ἀπολαῦσαι δυνήσονται τῆς βασιλικῆς, οἴκοθεν φιλονεικοῦντες σωθῆναι, καὶ τὴν ἐκ τοῦ νόμου κατάραν καθ' ἑαυτῶν ἐπισπάσονται, διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ. Διὰ τοῦτο λέγει· Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Ὁ γὰρ ἐξ ἔργων νομικῶν σωθῆναι φιλονεικῶν οὐδὲν ἔχει κοινὸν πρὸς τὴν χάριν. Ὅπερ οὖν καὶ αὐτὸ Παῦλος αἰνιττόμενος ἔλεγεν· Εἰ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκ ἔστι χάρις· εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις, ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. Καὶ πάλιν· Εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανε. Καὶ πάλιν· Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Ἐθανατώθης τῷ νόμῳ, νεκρὸς γέγονας, οὐκέτι λοιπὸν ἐπὶ τὸν ζυγὸν, οὐδὲ ὑπὸ τὴν ἀνάγκην εἶ τὴν ἐκείνου. Τί τοίνυν φιλονεικεῖς σαυτῷ πράγματα παρέχειν εἰκῆ καὶ μάτην; Ἀλλὰ γὰρ καὶ