ἀκολασίαν ἐξελκομένας. Καὶ γὰρ πόρναι καὶ μαλακοὶ καὶ πᾶς ὁ τῆς ὀρχήστρας χορὸς ἐκεῖ συντρέχειν εἰώθασι. Καὶ τί λέγω πορνείας τὰς γινομένας; οὐ δέδοικας μὴ δαίμονα λαβοῦσα ἐκεῖθεν ἐπανέλθῃ ἡ γυνή; οὐκ ἤκουσας ἐν τῇ προτέρᾳ διαλέξει σαφῶς ἀποδείξαντος ἡμῖν τοῦ λόγου, ὅτι καὶ τὰς ψυχὰς αὐτὰς τῶν Ἰουδαίων καὶ τοὺς τόπους, ἐν οἷς συλλέγονται, δαίμονες κατοικοῦσι; Πῶς οὖν, εἰπέ μοι, τολμᾷς μετὰ δαιμόνων χορεύσας πρὸς τὸν τῶν ἀποστόλων σύλλογον ἐπανελθεῖν; πῶς δὲ οὐ φρίττεις ἀπελθὼν καὶ κοινωνήσας ἐκείνοις τοῖς τὸ αἷμα ἐκχέασι τοῦ Χριστοῦ, ἐλθεῖν καὶ κοινωνῆσαι τῆς ἱερᾶς τραπέζης, καὶ τοῦ αἵματος μετασχεῖν τοῦ τιμίου; οὐ φρίττεις, οὐ δέδοικας τοιαῦτα παρανομῶν; τὴν τράπεζαν αὐτὴν οὐκ αἰδῇ; Ταῦτα πρὸς ὑμᾶς ἐγὼ διελέχθην, ταῦτα πρὸς ἐκείνους ὑμεῖς, κἀκεῖνοι πρὸς τὰς ἑαυτῶν γυναῖκας· Εἷς τὸν ἕνα οἰκοδομεῖτε. Κἂν μὲν κατηχούμενος ᾖ ὁ τὰ τοιαῦτα νοσῶν, τῶν προθύμων εἰργέσθω· ἂν δὲ πιστὸς καὶ μεμυημένος, τῆς ἱερᾶς τραπέζης ἀπελαυνέσθω. Οὐ γὰρ πάντα τὰ ἁμαρτήματα παραινέσεως δεῖται καὶ συμβουλῆς, ἀλλ' ἔστιν ἃ τομῇ συντόμῳ καὶ ὀξυτάτῃ διορθοῦσθαι πέφυκε. Καὶ καθάπερ τῶν τραυμάτων τὰ μὲν ἀνεκτότερα προσηνεστέροις εἴκει φαρμάκοις, τὰ δὲ σεσηπότα καὶ ἀνίατα καὶ τὸ λοιπὸν ἐπινεμόμενα σῶμα, αἰχμῆς σιδήρου δεῖται καὶ φλογός· οὕ