τω δὴ καὶ ἐπὶ τῶν ἁμαρτημάτων τὰ μὲν παραινέσεως μακροτέρας χρείαν ἔχοντα, τὰ δὲ ἐλέγχων ἀποτόμων. Διόπερ καὶ ὁ Παῦλος ἐκέλευσε μὴ πάντα παραινεῖν, ἀλλὰ καὶ ἐλέγχειν ἀποτόμως, οὕτω λέγων· Δι' ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως. Ἐλέγξωμεν οὖν αὐτοὺς ἀποτόμως νῦν, ἵνα ἐπὶ τοῖς φθάσασιν αἰσχυνθέντες καὶ καταγνόντες ἑαυτῶν, μηκέτι τὴν ἀπὸ τῆς παρανόμου νηστείας δέξωνται λύμην. Διὰ ταῦτα καὶ ἐγὼ τὴν παραίνεσιν λοιπὸν ἀφεὶς, μαρτύρομαι καὶ βοῶ· Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστὸν, ἔστω ἀνάθεμα· τοῦ δὲ μὴ φιλεῖν τὸν Κύριον τί μεῖζον ἂν γένοιτο τεκμήριον, ἀλλ' ἢ ὅταν τοὺς ἀποκτείνοντας αὐτὸν κοινωνοὺς ἔχῃ τις τῆς ἑορτῆς; Τούτους οὐκ ἐγὼ ἀνεθεμάτισα, ἀλλὰ Παῦλος· μᾶλλον δὲ οὐδὲ Παῦλος, ἀλλ' ὁ Χριστὸς, ὁ δι' ἐκείνου λαλῶν, καὶ ὁ ἐν τοῖς ἔμπροσθεν εἰπὼν, ὅτι Ἐν νόμῳ δικαιούμενοι τῆς χάριτος ἐξέπεσον. Ταῦτα εἴπατε πρὸς αὐτοὺς τὰ ῥήματα, καὶ τὰς ἀποφάσεις αὐτοῖς ἀνάγνωτε, καὶ μετὰ πάσης σπουδῆς αὐτοὺς διασώσαντες, καὶ τῆς τοῦ διαβόλου φάρυγγος ἐξαρπάσαντες, ἀγάγετε τῇ ἡμέρᾳ τῆς νηστείας ἡμῖν, ἵνα καὶ τὴν λείπουσαν ὑμῖν ὑπόσχεσιν ἀποδόντες, ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι μετὰ τῶν ἀδελφῶν τῶν ἡμετέρων δοξάσωμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.