§ αʹ Πάλιν χρεία τις ἀναγκαία καὶ κατεπείγουσα, τῶν πρῴην εἰρημένων τὴν ἀκολουθίαν διακόψασα, πρὸς ἑαυτὴν ἐπισπᾶται τὸν λόγον, καὶ τῶν πρὸς τοὺς αἱρετικοὺς ἡμᾶς ἀπάγει παλαισμάτων τήμερον. Ἡμεῖς μὲν γὰρ πάλιν περὶ τῆς τοῦ Μονογενοῦς δόξης διαλεχθῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην παρεσκευαζόμεθα· ἡ δὲ τῶν τὰ πρῶτα πάσχα νηστεύειν βουλομένων ἄκαιρος φιλονεικία πρὸς τὴν αὐτῶν θεραπείαν πᾶσαν ἡμῖν ἀσχοληθῆναι καταναγκάζει τὴν διδασκαλίαν τήμερον. Καὶ γὰρ ὁ ποιμὴν ὁ καλὸς οὐχὶ τοὺς λύκους ἀπελαύνει μόνον, ἀλλὰ καὶ τὰ πρόβατα νενοσηκότα θεραπεύει μετ' ἐπιμελείας ἁπάσης· ἐπεὶ τί τὸ κέρδος, ὅταν τῶν μὲν θηρίων τὰ στόματα διαφεύγῃ τὰ ποίμνια, ὑπὸ δὲ τῆς ἀρρωστίας κατεσθίηται; Οὕτω καὶ στρατηγὸς ἄριστος οὐχὶ τὰ μηχανήματα ἀποκρούεται μόνον, ἀλλὰ πρὸ τούτων τὴν πόλιν στασιάζουσαν πρὸς ἑαυτὴν συνάγει, εἰδὼς ὅτι τὸ πλέον οὐδὲν ἔσται τῆς ἔξωθεν νίκης, ἕως ἂν οἱ ἔνδοθεν ἐμφύλιοι μένωσι πόλεμοι. Καὶ ἵνα μάθῃς, ὅτι στάσεως καὶ φιλονεικίας ἴσον οὐδὲν εἰς καθαίρεσιν, ἄκουσον τί φησιν ὁ Χριστός· Βασιλεία μερισθεῖσα ἐφ' ἑαυτὴν οὐ σταθήσεται. Καίτοι τί βασιλείας δυνατώτερον, ὅπου χρημάτων πρόσοδος, καὶ ὅπλα, καὶ τείχη, καὶ ὀχυρώματα, καὶ στρατιωτῶν ἀριθμὸς τοσοῦτος, καὶ ἵπποι, καὶ μυρία ἕτερα πολλὴν παρέχοντα τὴν ἰσχύν; Ἀλλ' ὅμως ἡ τοσαύτη δύναμις καταλύεται, ὅταν πρὸς ἑαυτὴν στασιάζῃ. Οὐδὲν γὰρ οὕτως ἀσθένειαν ἐργάζεσθαι πέφυκεν, ὡς φιλονεικία καὶ ἔρις· ὥσπερ οὐδὲν