οὕτως ἰσχὺν καὶ δύναμιν, ὡς ἀγάπη καὶ ὁμόνοια. Ὅπερ οὖν καὶ ὁ Σολομὼν συνιδὼν, ἔλεγεν· Ἀδελφὸς ὑπ' ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ, καὶ μεμοχλευμένη βασιλεία. Εἶδες ὅση τῆς ὁμονοίας ἡ ἰσχύς; ὅση τῆς φιλονεικίας ἡ βλάβη; Βασιλεία στασιάζουσα καταλύεται, δύο δὲ ἐπὶ ταὐτὸ ὄντες, καὶ συνδεδεμένοι μετ' ἀλλήλων, παντός εἰσιν ἀρραγέστεροι τείχους. Καὶ οἶδα μὲν ὅτι διὰ τὴν τοῦ Θεοῦ χάριν τὸ πλέον ἡμῖν τῆς ἀγέλης ταύτης ἀπήλλακται τῆς ἀρρωστίας, καὶ εἰς ὀλίγους τὸ νόσημα περιέστηκε· πλὴν ἀλλ' οὐ διὰ τοῦτο ἀμελητέον τῆς θεραπείας. Καὶ γὰρ καὶ εἰ δέκα μόνον, καὶ εἰ πέντε, καὶ εἰ δύο, καὶ εἰ εἷς μόνος ὁ κάμνων ἦν, οὐδ' οὕτω καταφρονῆσαι ἔδει. Εἰ γὰρ καὶ εἷς ἐστι καὶ εὐτελὴς καὶ ἀπερριμμένος, ἀλλ' ἀδελφός ἐστι, δι' ὃν ὁ Χριστὸς ἀπέθανε. Καὶ πολὺς τῷ Χριστῷ τῶν εὐτελῶν ὁ λόγος. Ὃς ἐὰν σκανδαλίσῃ, φησὶν, ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς ἐμὲ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ εἰς τὴν θάλασσαν. Καὶ πάλιν· Ἐφ' ὅσον οὐκ ἐποιήσατε ἑνὶ τῶν μικρῶν τούτων, οὐδὲ ἐμοὶ ἐποιήσατε· καὶ πάλιν· Οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. Πῶς οὖν οὐκ ἄτοπον, εἰ τοῦ Χριστοῦ τοσαύτην ποιουμένου τῶν μικρῶν πρόνοιαν, ἡμεῖς αὐτῶν καταρρᾳθυμήσαιμεν; Μὴ τοῦτο εἴπῃς, ὅτι εἷς ἐστιν, ἀλλ' ὅτι εἷς ἀμελούμενος, καὶ εἰς τοὺς λοιποὺς παραπέμψει τὸ πάθος· Μικρὰ γὰρ ζύμη, φησὶν, ὅλον τὸ φύραμα ζυμοῖ. Καὶ τοῦτό ἐστιν ὃ τὰ πάντα ἀπόλλυσι καὶ ἀνατρέπει, ὅτι τῶν μικρῶν καταμελοῦμεν. Διὰ τοῦτο μεγάλα γίνεται τὰ ἕλκη, ὥσπερ οὖν τὰ μεγάλα ῥᾳδίως