ἂν γένοιτο μικρὰ τῆς προσηκούσης ἀπολαύοντα ἐπιμελείας. Τοῦτο τοίνυν πρὸς αὐτοὺς λέγομεν πρότερον, ὅτι οὐδὲν χεῖρον φιλονεικίας καὶ μάχης καὶ τοῦ τὴν Ἐκκλησίαν διασπᾷν, καὶ τὸν χιτῶνα, ὃν οὐκ ἐτόλμησαν οἱ λῃσταὶ διαρρῆξαι, τοῦτον εἰς πολλὰ κατατεμεῖν μέρη. Οὐκ ἀρκοῦσιν αἱ λοιπαὶ αἱρέσεις, ἀλλὰ καὶ ἡμεῖς ἑαυτοὺς κατατέμωμεν; Οὐκ ἀκούεις τοῦ Παύλου λέγοντος· Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε; Ἔξω τῆς ἀγέλης βαδίζεις, εἰπέ μοι, καὶ οὐ δέδοικας τὸν λέοντα τὸν ἔξωθεν περιιόντα; Ὁ ἐχθρὸς γὰρ ὑμῶν, ὡς λέων, περιέρχεται, φησὶν, ὠρυόμενος καὶ ζητῶν τίνα ἁρπάσῃ. Ὅρα σοφίαν ποιμένος· οὔτε ἔνδον ἀφῆκεν εἶναι ἐν τοῖς προβάτοις, ἵνα μὴ καταπλήξηται τὴν ποίμνην· οὔτε ἔξωθεν ἀπήγαγεν, ἵνα τῷ φόβῳ τοῦ θηρίου πάντας ἔσω συναγάγῃ. Οὐκ αἰδῇ τὸν πατέρα; φοβήθητι τὸν ἐχθρόν· εἰ ἀποσχίσῃς σαυτὸν τῆς ἀγέλης, ἐκεῖνός σε δέξεται πάντως. Ἠδύνατο μὲν γὰρ καὶ ἔξωθεν αὐτὸν ἀπαγαγεῖν ὁ Χριστὸς, ἀλλ' ἵνα σε παρασκευάσῃ νήφειν καὶ ἐναγώνιον εἶναι καὶ πρὸς τὴν μητέρα συνεχῶς καταφυγεῖν, ἀφῆκεν ἔξωθεν ὠρύεσθαι, ἵνα οἱ ἔνδοθεν, ἀκούοντες αὐτοῦ τῆς φωνῆς, μᾶλλον συσφίγγωνται, καὶ πρὸς ἀλλήλους καταφεύγωσιν. Οὕτω καὶ μητέρες ποιοῦσι φιλόστοργοι· τὰ παιδία κλαυθμυριζόμενα πολλάκις ἀπειλοῦσι τοῖς στόμασι τῶν λύκων ῥίπτειν, οὐχ ἵνα ῥιφῶσιν, ἀλλ' ἵνα παύσωσι δυσχεραίνοντα. Πάντα ὁ Χριστὸς διὰ τοῦτο ἐποίησεν ἵνα εἰρηνεύωμεν, ἵνα πρὸς ἀλλήλους ὦμεν συνδεδεμένοι.

§ βʹ Διὰ τοῦτο καὶ Παῦλος πολλὰ καὶ μεγάλα Κορινθίοις ἐγκαλεῖν ἔχων, οὐδὲν ἐνεκάλεσε πρὸ τούτου· ἀλλ' ἔχων αὐτοῖς ἐγκαλέσαι καὶ περὶ πορνείας, καὶ περὶ ἀπονοίας, καὶ τῶν ἔξω δικαστηρίων, καὶ τῶν ἐν τοῖς εἰδωλείοις συμποσίων, καὶ ὅτι γυναῖκες μὲν οὐκ ἐκαλύπτοντο τὰς κεφαλὰς, ἄνδρες δὲ τοῦτο ἐποίουν, καὶ μετὰ τούτων ἁπάντων διὰ τὴν τῶν πενήτων ὑπεροψίαν, καὶ τὴν ἐκ τῶν χαρισμάτων ἐγγινομένην αὐτοῖς ἀπόνοιαν, καὶ περὶ τῆς τῶν σωμάτων ἀναστάσεως· ἔχων δὲ μετὰ τούτων ἁπάντων καὶ περὶ τῆς πρὸς ἀλλήλους φιλονεικίας καὶ διχοστασίας αὐτοῖς ἐπιτιμῆσαι, πάντα τὰ ἄλλα παραδραμὼν, ἐκεῖνο διορθοῦται πρότερον. Καὶ εἰ μὴ δοκῶ παρενοχλεῖν, ἀπ' αὐτῶν τοῦ Παύλου ῥημάτων τοῦτο ποιήσω φανερὸν, ὅτι πάντα ἐκεῖνα ἔχων ἐγκαλεῖν, οὐδὲν πρὸ τούτου διώρθωσεν. Ὅτι μὲν γὰρ ἐπόρνευον, ἄκουσον τί φησιν· Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία. Ὅτι δὲ καὶ πεφυσίωνται καὶ μέγα ἐφρόνουν· Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες. Ὅτι δὲ καὶ ἔξω πάλιν ἐδικάζοντο· Τολμᾷ τις ἐξ ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀπίστων; Ὅτι δὲ καὶ εἰδωλόθυτα ἤσθιον· Οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. Καὶ περὶ τοῦ μὴ κατακαλύπτεσθαι δὲ τὰς γυναῖκας, ἀλλὰ τοὺς ἄνδρας ἀπ' ἐναντίας, ἄκουσον πῶς αὐτοῖς ἐπιτιμᾷ λέγων· Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· πᾶσα δὲ γυνὴ προσευχομένη, ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὐτῆς. Καὶ ὅτι τῶν πενήτων ὑπερεώρων, καὶ τοῦτο ἐδήλωσεν εἰπών· Ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει· καὶ πάλιν, Ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ