ἐπικληθῇ τὸ ὄνομα αὐτοῦ· περὶ τῆς Ἰερουσαλὴμ λέγων. Ὁρᾷς πῶς εἰς μίαν πόλιν συγκλείσας τὴν ἑορτὴν, ὕστερον καὶ τὴν πόλιν καθεῖλεν αὐτὴν, ἵνα καὶ ἄκοντας αὐτοὺς ἀπαγάγῃ τῆς πολιτείας ἐκείνης; Ὅτι γὰρ προεῖδε τὸ ἑπόμενον ὁ Θεὸς, παντί που δῆλόν ἐστι. Τίνος οὖν ἕνεκεν ἐκεῖ συνήλασεν αὐτοὺς ἀπὸ τῆς οἰκουμένης ἁπάσης, προειδὼς ὅτι ἀπολεῖται ἡ πόλις; οὐκ εὔδηλον, ὅτι καταλυθῆναι βουλόμενος τὴν ἑορτήν; Ὁ Θεὸς αὐτὴν κατέλυσε, καὶ Ἰουδαίοις ἀκολουθεὶς, περὶ ὧν φησιν ὁ προφήτης· Καὶ τίς τυφλὸς, ἀλλ' ἢ οἱ παῖδές μου, καὶ κωφὸς, ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; Περὶ τίνα γὰρ οὐκ ἐγένοντο ἀγνώμονες ἐκεῖνοι καὶ ἀναίσθητοι· περὶ τοὺς ἀποστόλους, περὶ τοὺς προφήτας, περὶ τοὺς αὐτῶν διδασκάλους; Καὶ τί χρὴ λέγειν διδασκάλους καὶ προφήτας, ὅπουγε καὶ αὐτοὺς τοὺς υἱοὺς αὐτῶν κατέσφαξαν; Ἔθυσαν γὰρ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις. Τὴν φύσιν ἠγνόησαν, καὶ ἡμέρας ἤμελλον παρατηρεῖν; εἰπέ μοι· τὴν συγγένειαν κατεπάτησαν, τῶν τέκνων ἐπελάθοντο, αὐτοῦ τοῦ πεποιηκότος αὐτοὺς Θεοῦ ἐπελάθοντο· Θεὸν γὰρ, φησὶ, τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε· τὸν Θεὸν ἐγκατέλιπον, καὶ ἑορτὰς φυλάττειν ἤμελλον; καὶ τίς ἂν τοῦτο εἴποι; Ἐπεὶ καὶ ὁ Χριστὸς διὰ τοῦτο μετ' αὐτῶν τὸ πάσχα ἐποίησεν, οὐχ ἵνα ποιῶμεν ἡμεῖς μετ' ἐκείνων, ἀλλ' ἵνα τῇ σκιᾷ τὴν ἀλήθειαν ἐπαγάγῃ. Καὶ γὰρ καὶ περιτομὴν ὑπέμεινε, καὶ σάββατα ἐτήρησε, καὶ ἑορτὰς ἐπετέλεσε, καὶ ἄζυμα ἔφαγε, καὶ ἐν Ἱεροσολύμοις ταῦτα ἔπραξεν ἅπαντα. Ἀλλ' οὐδενὶ τούτων ἡμεῖς ὑποκείμεθα, ἀλλὰ βοᾷ Παῦλος λέγων· Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Καὶ περὶ τῶν ἀζύμων πάλιν· Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ἡμῶν γὰρ τὰ ἄζυμα οὐκ ἄλευρον πεφυραμένον, ἀλλ' εἰλικρινὴς πολιτεία, καὶ βίος ἐνάρετος.
§ δʹ Τίνος οὖν ἕνεκεν ἐποίησεν ὁ Χριστὸς τότε; Ἐπειδὴ τὸ παλαιὸν πάσχα τύπος ἦν τοῦ μέλλοντος ἔσεσθαι, ἔδει δὲ τὴν ἀλήθειαν ἐπιτεθῆναι τῷ τύπῳ, πρότερον δείξας τὴν σκιὰν, τότε ἐπήγαγε τὴν ἀλήθειαν ἐπὶ τῆς τραπέζης· τῆς ἀληθείας δὲ ἐπενεχθείσης, ἡ σκιὰ λοιπὸν ἀποκρύπτεται, καὶ οὐδὲ καιρὸν ἔχει. Μὴ τοίνυν τοῦτο προβάλλου, ἀλλ' ἐκεῖνό μοι δεῖξον, ὅτι οὕτως ἐκέλευσε ποιεῖν ὁ Χριστός. Ἐγὼ γὰρ τοὐναντίον δείκνυμι, ὅτι οὐ μόνον οὐκ ἐκέλευσε παρατηρεῖν ἡμέρας, ἀλλὰ καὶ ἀπέλυσεν ἡμᾶς τῆς ἀνάγκης ταύτης. Ἄκουσον γοῦν τί φησιν ὁ Παῦλος· ὅταν δὲ τὸν Παῦλον εἴπω, τὸν Χριστὸν λέγω· ἐκεῖνος γάρ ἐστιν ὁ τὴν Παύλου κινῶν ψυχήν. Τί οὖν οὗτός φησιν; Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. Φοβοῦμαι ὑμᾶς, μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Καὶ πάλιν, Ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Ὁσάκις δὲ εἰπὼν, κύριον ἐποίησε τὸν προσιόντα,