πάσης ἡμερῶν παρατηρήσεως ἀπαλλάξας αὐτόν. Οὐ γὰρ ταὐτὸν πάσχα καὶ τεσσαρακοστὴ, ἀλλ' ἕτερον πάσχα, καὶ ἕτερον τεσσαρακοστή. Τεσσαρακοστὴ μὲν γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ γίνεται, πάσχα δὲ τρίτον τῆς ἑβδομάδος· ἔστι δ' ὅτε καὶ τέταρτον, μᾶλλον δὲ ὁσάκις ἂν βουλώμεθα· πάσχα γὰρ οὐ νηστεία ἐστὶν, ἀλλ' ἡ προσφορὰ καὶ ἡ θυσία ἡ καθ' ἑκάστην γινομένη σύναξιν. Καὶ ὅτι τοῦτό ἐστιν, ἄκουσον τοῦ Παύλου λέγοντος, Τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός· καὶ, Ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Ὥστε ὁσάκις ἂν προσίῃς μετὰ καθαροῦ συνειδότος, πάσχα ἐπιτελεῖς, οὐχ ὅταν νηστεύῃς, ἀλλ' ὅταν τῆς θυσίας ἐκείνης μετέχῃς. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Πάσχα δέ ἐστι τὸ τὸν θάνατον καταγγέλλειν. Καὶ γὰρ ἡ σήμερον γινομένη προσφορὰ, καὶ ἡ χθὲς ἐπιτελεσθεῖσα, καὶ ἡ καθ' ἑκάστην ἡμέραν ὁμοία ἐστὶ καὶ ἡ αὐτὴ τῇ γινομένῃ κατὰ τὴν ἡμέραν ἐκείνην τὴν τοῦ Σαββάτου, καὶ οὐδὲν ἐκείνη ταύτης σεμνοτέρα, οὐδὲ αὕτη ἐκείνης εὐτελεστέρα, ἀλλὰ μία καὶ ἡ αὐτὴ, ὁμοίως φρικτὴ καὶ σωτήριος. Τίνος οὖν ἕνεκεν νηστεύομεν, φησὶ, τὰς τεσσαράκοντα ταύτας ἡμέρας; Πολλοὶ τὸ παλαιὸν τοῖς μυστηρίοις προσῄεσαν ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ μάλιστα κατὰ τὸν καιρὸν τοῦτον, καθ' ὃν ὁ Χριστὸς αὐτὰ παρέδωκε. Συνειδότες οὖν οἱ πατέρες τὴν βλάβην τὴν γινομένην ἐκ τῆς ἠμελημένης προσόδου, συνελθόντες ἐτύπωσαν ἡμέρας τεσσαράκοντα νηστείας, εὐχῶν, ἀκροάσεως, συνόδων, ἵν' ἐν ταῖς ἡμέραις ταύταις καθαρθέντες μετ' ἀκριβείας ἅπαντες καὶ δι' εὐχῶν, καὶ δι' ἐλεημοσύνης, καὶ διὰ νηστείας, καὶ διὰ παννυχίδων, καὶ διὰ δακρύων, καὶ δι' ἐξομολογήσεως, καὶ διὰ τῶν ἄλλων ἁπάντων, οὕτω κατὰ δύναμιν τὴν ἡμετέραν μετὰ καθαροῦ συνειδότος προσίωμεν. Καὶ ὅτι μέγα κατώρθωσαν, διὰ τῆς συγκαταβάσεως ταύτης εἰς συνήθειαν ἡμᾶς νηστείας καταστήσαντες, δῆλον ἐκεῖθεν. Ἡμεῖς μὲν γὰρ ἂν διὰ παντὸς τοῦ ἐνιαυτοῦ μένωμεν βοῶντες καὶ κηρύττοντες νηστείαν, οὐδεὶς προσέχει τοῖς λεγομένοις· ἂν δὲ ἐπιστῇ μόνον ὁ τῆς τεσσαρακοστῆς καιρὸς, καὶ μηδενὸς παραινοῦντος μηδὲ συμβουλεύοντος, καὶ ὁ σφόδρα νωθρότατος διανίσταται, τὴν παρὰ τοῦ καιροῦ λαμβάνων συμβουλὴν καὶ παραίνεσιν. Ἂν οὖν ἔρηταί σε Ἰουδαῖος καὶ Ἕλλην, τίνος ἕνεκεννηστεύεις, μὴ εἴπῃς, ὅτι διὰ τὸ πάσχα, μηδὲ ὅτι διὰ τὸν σταυρὸν, ἐπεὶ πολλὴν αὐτῷ δίδως τὴν λαβήν· οὐ γὰρ διὰ τὸ πάσχα νηστεύομεν, οὐδὲ διὰ τὸν σταυρὸν, ἀλλὰ διὰ τὰ ἁμαρτήματα τὰ ἡμέτερα, ἐπειδὴ μέλλομεν μυστηρίοις προσιέναι· ἐπεὶ τό γε πάσχα οὐ νηστείας ἐστὶν οὐδὲ πένθους, ἀλλὰ εὐφροσύνης καὶ χαρᾶς ὑπόθεσις. Ὁ γὰρ σταυρὸς ἀνεῖλε τὴν ἁμαρτίαν, καθάρσιον τῆς οἰκουμένης ἐγένετο, καταλλαγὴ χρονίας ἔχθρας, ἀνέῳξε τοῦ οὐρανοῦ τὰς πύλας, τοὺς μισουμένους φίλους ἐποίησεν, εἰς τὸν οὐρανὸν ἐπανήγαγεν, ἐν δεξιᾷ τοῦ θρόνου ἐκάθισε τὴν ἡμετέραν φύσιν, μυρία ἕτερα παρέσχεν ἡμῖν ἀγαθά. Οὐ τοίνυν πενθεῖν οὐδὲ κατεστάλθαι χρὴ, ἀγάλλεσθαι δὲ καὶ χαίρειν ὑπὲρ τούτων ἁπάντων. Διὰ τοῦτο καὶ Παῦλός φησιν, Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν, Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν