του· νυνὶ δὲ οὐδείς μοι περὶ καιροῦ λόγος, ἐπειδὴ οὐδὲ τῷ Θεῷ, καθάπερ ἀπεδείξαμεν, ἐπεὶ καὶ ὑπὲρ τούτου πολλοὺς ἀνήλωσα λόγους· ἀλλὰ ἓν μόνον ζητῶ, ὅπως ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ ἅπαντα ποιῶμεν, ὅπως μὴ, νηστευόντων ἡμῶν καὶ τοῦ δήμου παντὸς, καὶ τῶν ἱερέων τὰς κοινὰς ποιουμένων ὑπὲρ τῆς οἰκουμένης ἱκετηρίας, σὺ μένῃς μεθύων ἐπὶ τῆς οἰκίας. Ἐννόησον πῶς διαβολικῆς τοῦτό ἐστιν ἐνεργείας, καὶ ὡς οὐχ ἓν μόνον, οὐδὲ δύο, οὐδὲ τρία ἐστὶ τὰ ἁμαρτήματα, ἀλλὰ πολλῷ πλείω. Ἀποσχίζει σε τῆς ἀγέλης, καὶ καταγινώσκειν σε παρασκευάζει πατέρων τοσούτων, εἰς φιλονεικίαν ἐμβάλλει, πρὸς Ἰουδαίους ὠθεῖ, σκάνδαλόν σε αὖ πάλιν προτίθησι καὶ τοῖς οἰκείοις καὶ τοῖς ἀλλοτρίοις. Πῶς γὰρ δυνησόμεθα ἐγκαλεῖν ἐκείνοις μένουσιν ἐπὶ τῆς οἰκίας, ὅταν σὺ πρὸς ἐκείνους τρέχῃς; Οὐ ταῦτα δὲ μόνον ἐστὶ τὰ ἁμαρτήματα, ἀλλ' ὅτι καὶ μεγάλη βλάβη γένοιτ' ἂν, ὅταν μήτε Γραφῶν, μήτε συνόδων, μήτε εὐλογίας, μήτε κοινῶν εὐχῶν ἀπολαύῃς ἐν ταῖς νηστείαις ἐκείναις, ἀλλὰ μετὰ πονηροῦ συνειδότος ἅπαντα τοῦτον διάγῃς τὸν χρόνον, δεδοικὼς καὶ τρέμων μὴ γένῃ κατάφωρος, καθάπερ τις ἀλλόφυλος καὶ ἀλλογενὴς, δέον μετὰ παρρησίας, μεθ' ἡδονῆς, μετὰ εὐφροσύνης, μετ' ἐλευθερίας ἁπάσης κοινῇ μετὰ τῆς Ἐκκλησίας πάντα ἐπιτελεῖν. Οὐδὲ γὰρ ἡ Ἐκκλησία χρόνων ἀκρίβειαν οἶδεν· ἀλλ' ἐπειδὴ παρὰ τὴν ἀρχὴν πᾶσιν ἔδοξε τοῖς πατράσι διῃρημέ