νοις ὁμοῦ συνελθεῖν, καὶ ταύτην ὁρίσαι τὴν ἡμέραν, τὴν συμφωνίαν πανταχοῦ τιμῶσα καὶ τὴν ὁμόνοια ἀγαπῶσα, κατεδέξατο τὸ ἐπιταχθέν. Ὅτι γὰρ ἀδύνατον ἢ ἡμᾶς, ἢ ὑμᾶς, ἢ ἕτερον ὁντιναοῦν αὐτῆς ἐπιλαβέσθαι τῆς κυριακῆς ἡμέρας, ἱκανῶς ἐν τοῖς ἔμπροσθεν ἀποδέδεικται. Μὴ τοίνυν σκιομαχῶμεν, μηδὲ ὑπὲρ τῶν τυχόντων φιλονεικοῦντες, ἐν τοῖς μεγάλοις ἑαυτοὺς καταβλάπτωμεν. Τὸ μὲν γὰρ τῷδε ἢ τῷδε χρόνῳ νηστεῦσαι οὐκ ἔγκλημα, τὸ δὲ σχίσαι Ἐκκλησίαν, καὶ φιλονείκως διατεθῆναι, καὶ διχοστασίας ἐμποιεῖν, καὶ τῆς συνόδου διηνεκῶς ἑαυτὸν ἀποστερεῖν, ἀσύγγνωστον καὶ κατηγορίας ἄξιον, καὶ πολλὴν ἔχει τὴν τιμωρίαν. Ἐνῆν μὲν οὖν καὶ πλείονα τούτων εἰπεῖν, ἀλλὰ τοῖς μὲν προσέχουσι καὶ τὰ εἰρημένα ἀρκεῖ, τοῖς δὲ μὴ προσέχουσιν οὐδὲ εἰ πλείω τούτων λεχθείη, ἔσται τι πλέον. Διόπερ ἐνταῦθα καταλύσαντες τὸν λόγον, κοινῇ πάντες εὐξώμεθα τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους ἐπανελθεῖν πρὸς ἡμᾶς, καὶ τὴν εἰρήνην ἀσπάσασθαι, καὶ τῆς ἀκαίρου φιλονεικίας ἀποστῆναι, καὶ τῆς ψυχρότητος ταύτης καταγελάσαντας, ὑψηλήν τινα καὶ μεγάλην λαβεῖν διάνοιαν, καὶ τῆς τῶν ἡμερῶν ἀπαλλαγῆναι παρατηρήσεως, ἵνα ὁμοθυμαδὸν πάντες ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.