τοῦτον τῆς διδασκαλίας εἰσήγαγον τὸν τρόπον. Ἐπεὶ οὖν καὶ ἡμῖν πρὸς Ἰουδαίους ὁ λόγος, τοὺς ἄνθρωπον ψιλὸν εἶναι νομίζοντας τὸν Χριστὸν καὶ παράνομόν τινα, διὰ τοῦτο καὶ ἀπὸ τῶν παρ' Ἕλλησι θαυμαζομένων ἐποιησάμεθα τὴν ἐξέτασιν. Εἰ δὲ βούλεσθε καὶ ἀπὸ τῶν παρ' αὐτοῖς τοῦτο ἐγχειρησάντων, καὶ μαθητὰς συναγαγόντων, καὶ εἰς ἄρχοντας, καὶ εἰς προστάτας ἀναρρηθέντων, καὶ σβεσθέντων εὐθέως, ἐπιχειρήσωμεν ταῖς ἀποδείξεσι ταύταις. Οὕτω γοῦν καὶ ὁ Γαμαλιὴλ αὐτοὺς ἐπεστόμισεν. Ἐπειδὴ γὰρ εἶδεν αὐτοὺς μαινομένους, καὶ ἐπιθυμοῦντας τὸ αἷμα τῶν μαθητῶν ἐκχέειν, βουλόμενος αὐτοὺς τῆς ἀκαθέκτου μανίας κατασχεῖν, κελεύσας ἔξω ποιῆσαι βραχὺ τοὺς ἀποστόλους, οὕτω πρὸς αὐτοὺς ἔλεγεν· Προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετε πράσσειν. Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν· καὶ ἠκολούθησαν αὐτῷ ἄνδρες τετρακόσιοι· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. Καὶ μετ' ἐκεῖνον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος, ὃς ἀπέστησεν ὄχλον ἱκανόν· κἀκεῖνος ἀπέθανε, καὶ οἱ μαθηταὶ αὐτοῦ ἀπώλοντο. Καὶ τὰ νῦν λέγω ὑμῖν, προσέχετε ἑαυτοῖς, ὅτι, ἐὰν ᾖ ἐξ ἀνθρώπων τὸ ἔργον τοῦτο, καταλυθήσεται· εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δυνήσεσθε καταλῦσαι αὐτὸ, μή ποτε καὶ θεομάχοι εὑρεθῆτε. Πόθεν οὖν δῆλον ἔσται, ὅτι, ἐὰν ᾖ ἐξ ἀνθρώπων, καταλυθήσεται; Πεῖραν ἐλάβετε, φησὶν, ἀπὸ Ἰούδα καὶ Θευδᾶ. Ὥστε καὶ οὗτος ὁ κηρυττόμενος ὑπὸ τούτων, εἰ τοιοῦτός ἐστιν οἷοι ἐκεῖνοι, καὶ μὴ θείᾳ δυνάμει πάντα ἐργάζεται, μικρὸν ἀναμείνατε, καὶ αὐτὴ τῶν πραγμάτων ὑμᾶς πιστώσεται ἡ ἔκβασις, καὶ διὰ τοῦ τέλους εἴσεσθε σαφῶς, εἴτε ἄνθρωπός ἐστι πλάνος, ὡς φατὲ, καὶ παράνομος, εἴτε Θεὸς ὁ πάντα συγκρατῶν, καὶ ἀπορρήτῳ δυνάμει τὰ καθ' ἡμᾶς οἰκονομῶν πράγματα· ὅπερ οὖν καὶ ἐγένετο. Ἀνέμειναν, καὶ δι' αὐτῶν τῶν πραγμάτων ἐδηλοῦτο ἡ θεία καὶ ἄμαχος δύναμις, καὶ τὸ σόφισμα τοῦτο καὶ πρὸς ἀπάτην τῶν πολλῶν γενόμενον, εἰς τὴν τοῦ διαβόλου περιετρέπετο κεφαλήν. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν παραγενόμενον, βουλόμενος συσκιάσαι αὐτοῦ τὴν παρουσίαν καὶ τὴν ἀληθῆ οἰκονομίαν, εἰσήνεγκεν ἀπατεῶνάς τινας, οὓς προείπομεν, ἵνα καὶ οὗτος εἷς ἐκείνων νομίζηται εἶναι. Καὶ ὅπερ ἐπὶ τοῦ σταυροῦ πεποίηκε, δύο παρασκευάσας λῃστὰς μετ' αὐτοῦ σταυρωθῆναι, τοῦτο καὶ ἐπὶ τῆς παρουσίας εἰργάσατο, τῇ παραθέσει τοῦ ψεύδους τὴν ἀλήθειαν συσκιάσαι σπεύδων· ἀλλ' οὐδὲ ἐκεῖ τι ἴσχυσεν, οὐδὲ ἐνταῦθα, ἀλλ' αὐτὸ δὴ τοῦτο μάλιστα τὴν δύναμιν ἔδειξε τοῦ Χριστοῦ. Διὰ τί γὰρ, εἰπέ μοι, τριῶν ὄντων τῶν σταυρωθέντων, ἐν τῷ αὐτῷ τόπῳ, ἐν τῷ αὐτῷ καιρῷ, ὑπὸ τῶν αὐτῶν δικαστῶν, ἐκεῖνοι μὲν σεσίγηνται, οὗτος δὲ μόνος προσκυνεῖται; Πάλιν, τί δήποτε πολλῶν εἰσαγαγόντων πολιτείαν καινὴν καὶ μαθητὰς ἐσχηκότων, ἐκείνων μὲν οὐδὲ τοὔνομα μέχρι τήμερόν ἐστι γνώριμον, οὗτος δὲ πανταχοῦ τῆς οἰκουμένης θεραπεύεται; Τὰ γὰρ πράγματα ἀπὸ συγκρίσεως μάλιστα φαίνονται. Σύγκρινον τοίνυν, ὦ Ἰουδαῖε, καὶ μάθε τῆς ἀληθείας τὴν ὑπεροχήν. Τίς πλάνος τοσαύτας πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίας ἐκτήσατο, καὶ ἀπὸ περάτων τῆς οἰκουμένης εἰς πέρατα τήν τε αὐτοῦ θεραπείαν ἐξέτεινε, καὶ πάντας