ὑποκύπτοντας ἔσχε, καὶ ταῦτα μυρίων ὄντων τῶν κωλυόντων; Οὐκ ἔστιν οὐδείς. Οὐκοῦν δῆλον, ὅτι ὁ Χριστὸς οὐχὶ πλάνος ἦν, ἀλλὰ σωτὴρ, καὶ εὐεργέτης, καὶ κηδεμὼν, καὶ προστάτης τῆς ζωῆς τῆς ἡμετέρας. Μίαν ἔτι πρόρρησιν προσθεὶς, ἐπὶ τὸ προκείμενον βαδιοῦμαι. Οὐκ ἦλθον βαλεῖν εἰρήνην, φησὶν, ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν· οὐ τὴν γνώμην τὴν ἑαυτοῦ λέγων, ἀλλὰ τὸ τέλος τῶν ἐκβαινόντων πραγμάτων. Ἦλθον γὰρ διχάσαι, φησὶν, ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς. Πόθεν ταῦτα προεῖπεν, εἰπέ μοι, εἴ γε ψιλὸς ἄνθρωπος ἦν καὶ τῶν πολλῶν εἷς; Ὃ γὰρ λέγει τοιοῦτόν ἐστιν· Ἐπειδὴ συνέβαινεν ἐν οἰκίᾳ μιᾷ τὸν μὲν εἶναι πιστὸν, τὸν δὲ ἄπιστον, εἶτα τὸν πατέρα βούλεσθαι ἕλκειν ἐπὶ τὴν ἀσέβειαν τὸν υἱὸν τὸν ἑαυτοῦ, τοῦτο αὐτὸ προλέγων, φησίν· οὕτω κρατήσει τοῦ κηρύγματος ἡ δύναμις ὡς καὶ πατέρων παῖδας ὑπερορᾷν, καὶ μητέρων θυγατέρας, καὶ γονεῖς παίδων. Αἱρήσονται γὰρ οὐχὶ τῶν οἰκείων καταφρονεῖν μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν ἐπιδοῦναι τὴν ἑαυτῶν, καὶ πάντα ὑπομεῖναι καὶ παθεῖν, ὥστε μὴ ἀρνήσασθαι τὴν εὐσέβειαν. Πόθεν τούτῳ ταῦτα καὶ εἰδέναι καὶ κατασκευάσαι δυνατὸν, εἴ γε ἄνθρωπος ἦν εἷς τῶν πολλῶν; πόθεν ἐπῆλθεν αὐτῷ λογίσασθαι τοῦτο, ὅτι καὶ πατέρων ἔσται παισὶν αἰδεσιμώτερος, καὶ πατράσι παίδων γλυκύτερος, καὶ γυναιξὶν ἀνδρῶν ποθεινότερος; Καὶ ταῦτα οὐκ ἐν μιᾷ μόνῃ οἰκίᾳ, οὐδὲ ἐν δυσὶ καὶ τρισὶ, καὶ δέκα, καὶ εἴκοσι, καὶ ἑκατὸν, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης, ἐν πόλεσιν ἁπάσαις καὶ χώραις, ἐν γῇ καὶ θαλάσσῃ, καὶ οἰκουμένῃ καὶ ἀοικήτῳ. Καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι εἶπε μὲν ταῦτα, οὐκ ἐπήγαγε δὲ τὸ τέλος. Πολλοὶ γοῦν ἐν προοιμίοις καὶ ἐν ἀρχῇ, μᾶλλον δὲ ἔτι καὶ νῦν, διὰ τὴν εὐσέβειαν μισοῦνται, ἐκβάλλονται τῶν οἰκιῶν τῶν πατρῴων, καὶ πρὸς οὐδὲν ἐπιστρέφονται τούτων, ἱκανὴν παραμυθίαν ἔχοντες τὸ διὰ τὸν Χριστὸν ταῦτα πάσχειν. Τίς ταῦτα ἴσχυσέ ποτε ἐν ἀνθρώποις; εἰπέ μοι. Οὗτος τοίνυν ὁ ταῦτα ἅπαντα προειπὼν, τὰ περὶ τῆς γυναικὸς ἐκείνης, τὰ περὶ τῆς Ἐκκλησίας, τὰ περὶ τοῦ πολέμου τούτου· οὗτος προεῖπεν, ὅτι καὶ ὁ ναὸς πεσεῖται, καὶ τὰ Ἱεροσόλυμα ἁλώσεται, καὶ οὐκέτι τῶν Ἰουδαίων ἔσται πόλις ἡ πόλις, καθάπερ καὶ πρότερον. Εἰ μὲν οὖν ἐψεύσατο πάντα ἐκεῖνα, καὶ μὴ ἔλαβε τέλος, ἀπίστει καὶ τούτοις· εἰ δὲ ὁρᾷς ἐκεῖνα λάμποντα ἀπὸ τῆς ἐκβάσεως, καὶ καθ' ἑκάστην ἡμέραν αὐξανόμενα, καὶ οὐδὲ τῆς Ἐκκλησίας πύλαι ᾅδου κατίσχυσαν, καὶ ὅπερ ἐποίησεν ἡ γυνὴ λαλεῖται πανταχοῦ τῆς οἰκουμένης μετὰ χρόνον τοσοῦτον, οἱ δὲ ἄνθρωποι οἱ πιστεύσαντες αὐτῷ καὶ πατέρων αὐτῶν καὶ γυναικῶν καὶ τέκνων αὐτὸν προετίμησαν· τίνος ἕνεκεν ταύτῃ μόνῃ τῇ προρρήσει ἀπιστεῖς, εἰπέ μοι, καὶ ταῦτα τῆς ἀπὸ τοῦ χρόνου μαρτυρίας ἐπιστομιζούσης σου τὴν ἀναισχυντίαν; Εἰ μὲν οὖν μετὰ τὴν ἅλωσιν δέκα μόνον ἔτη ἦν, ἢ εἴκοσι, ἢ τριάκοντα, ἢ πεντήκοντα, μάλιστα μὲν οὐδὲ οὕτως ἐχρῆν ἀναισχυντεῖν, πλὴν ἀλλ' ὅμως ὑπελέλειπτό τις τοῖς φιλονεικεῖν βουλομένοις πρόφασις· εἰ δὲ οὐχὶ πεντήκοντα μόνον, ἀλλὰ καὶ ἑκατὸν, καὶ δὶς τοσαῦτα, καὶ τρὶς, καὶ πολλῷ πλείονα παρῆλθον ἔτη μετὰ τὴν ἅλωσιν, καὶ οὐδὲ ἴχνος οὐδὲ σκιά τις ἐφάνη ποτὲ τῆς παρ' ὑμῶν προσδοκωμένης μεταβολῆς, τίνος ἕνεκεν εἰκῆ καὶ μάτην ἀναισχυντεῖς;