καὶ χρυσίῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Μία μὲν αὕτη δουλεία μετὰ ἀκριβείας πάσης προδιηγόρευται· φέρε δὴ καὶ ἐφ' ἑτέραν τὸν λόγον ἀγάγωμεν. Ποίαν δή; Τὴν ἐν Βαβυλῶνι. Καὶ γὰρ καὶ ταύτην μετὰ ἀκριβείας προανεφώνησεν ὁ Ἱερεμίας, οὕτως εἰπών· Οὕτως εἶπε Κύριος· ὅταν μέλλῃ πληροῦσθαι τῇ Βαβυλῶνι ἑβδομήκοντα ἔτη, ἐπισκέψομαι ὑμᾶς, καὶ ἐπιστήσω ἐφ' ὑμᾶς τοὺς λόγους μου τοὺς ἀγαθοὺς, τοῦ ἀποστρέψαι εἰς τὸν τόπον τοῦτον· καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν ὑμῶν, καὶ ἀθροίσω ὑμᾶς ἐκ πάντων τῶν ἐθνῶν, καὶ ἐκ πάντων τῶν τόπων, οὗ διέσπειρα ὑμᾶς ἐκεῖ, φησὶ Κύριος, καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὸν τόπον, ὅθεν ἀπῴκισα ὑμᾶς ἐκεῖθεν. Ὁρᾷς πῶς καὶ ἐνταῦθα πάλιν καὶ τὴν πόλιν εἶπεν, καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν, καὶ πόθεν αὐτοὺς μέλλει συνάγειν, καὶ ποῦ συνάγειν; Διὰ τοῦτο καὶ ὁ Δανιὴλ οὐ πρότερον ὑπὲρ αὐτῶν τὴν ἱκετηρίαν ἔθηκεν, ἀλλ' ὅτε εἶδε πληρωθέντα τὰ ἑβδομήκοντα ἔτη. Καὶ τίς ταῦτά φησιν; Αὐτὸς ὁ Δανιὴλ οὕτω λέγων· Καὶ ἐγὼ Δανιὴλ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως, καὶ ἐθαύμαζον τὴν ὅρασιν, καὶ οὐκ ἦν ὁ συνιών· καὶ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὡς ἐγενήθη ὁ λόγος Κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην, εἰς συμπλήρωσιν τῆς ἐρημώσεως Ἱερουσαλὴμ ἑβδομήκοντα ἔτη. Καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς Κύριον τὸν Θεὸν, τοῦ ἐκζητῆσαι προσευχὴν, καὶ δέησιν ἐν νηστείᾳ καὶ σάκκῳ καὶ σποδῷ. Ἤκουσας πῶς καὶ αὕτη δουλεία διηγόρευται, καὶ ὁ προφήτης οὐκ ἐτόλμησε πρὸ τοῦ διωρισμένου χρόνου δέησιν καὶ ἱκετηρίαν προσαγαγεῖν τῷ Θεῷ, ἵνα μὴ μάτην καὶ εἰκῆ προσίῃ, ἵνα μὴ ἀκούσῃ ὅπερ ἤκουσεν ὁ Ἱερεμίας· Μὴ προσεύχου ὑπὲρ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαί σου. Ἀλλ' ὅτε τὴν ἀπόφασιν εἶδε πληρωθεῖσαν, καὶ τὸν καιρὸν συγκαλοῦντα πρὸς τὴν ἐπάνοδον· τότε προσεύχεται, καὶ οὐχ ἁπλῶς, ἀλλ' ἐν νηστείᾳ καὶ ἐν σάκκῳ καὶ ἐν σποδῷ. Καὶ ὅπερ ἐπ' ἀνθρώπων συμβαίνειν ἔθος, τοῦτο καὶ ἐπὶ τοῦ Θεοῦ πεποίηκε. Καὶ γὰρ ἡμεῖς ἐπειδάν τινας ἴδωμεν τοὺς αὑτῶν οἰκέτας μετὰ πολλὰ καὶ μεγάλα ἁμαρτήματα εἰς δεσμωτήριον ἐμβάλλοντας, οὐκ εὐθέως, οὐδὲ ἐν προοιμίοις, οὐδὲ ἐν ἀρχῇ τῆς κολάσεως, τὴν ἱκετηρίαν προσάγομεν· ἀλλ' ἀφέντες ὀλίγας ἡμέρας αὐτοὺς σωφρονισθῆναι, τότε πρόσιμεν τοῖς δεσπόταις, ἔχοντες καὶ τὴν ἀπὸ τοῦ καιροῦ συμμαχίαν· τοῦτο δὴ καὶ ὁ προφήτης ἐποίησεν. Ἐπειδὴ γὰρ δίκην ἔδωκαν, οὐκ ἀξίαν μὲν τῶν ἁμαρτημάτων, ἔδωκαν δ' οὖν ὅμως, προσέρχεται τῷ Θεῷ λοιπὸν ὑπὲρ αὐτῶν διαλεξόμενος. Εἰ δὲ βούλεσθε, καὶ τῆς εὐχῆς αὐτῆς ἀκούσωμεν· Ἐξωμολογησάμην γὰρ, φησὶ, καὶ εἶπον· Κύριε ὁ Θεὸς, ὁ μέγας καὶ θαυμαστὸς, ὁ φυλάσσων τὴν διαθήκην σου, καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε, καὶ φυλάττουσι τὰς ἐντολάς σου. Τί ποιεῖς, ὦ Δανιήλ; ὑπὲρ ἀνθρώπων ἡμαρτηκότων καὶ προσκεκρουκότων πρεσβεύων, τῶν φυλασσόντων αὐτοῦ τοὺς νόμους μέμνησαι; οὐκοῦν ἄξιοί εἰσι συγγνώμης οἱ παραβαίνοντες αὐτοῦ τὰς ἐντολάς; Ἀλλ' οὐ διὰ τούτους ταῦτα λέγω, φησὶν, ἀλλὰ διὰ τοὺς προγόνους τοὺς ἄνωθεν, διὰ τὸν Ἀβραὰμ, διὰ τὸν Ἰσαὰκ, διὰ τὸν Ἰακώβ. Ἐκείνοις ἐπηγγείλατο,φησὶ, καὶ ὑπέσχετο, οἳ καὶ τὰς ἐντολὰς αὐτοῦ ἐφύλαξαν. Ἐπεὶ οὖν οὐδὲν ἔχουσιν οὗτοι δικαίωμα σω