τηρίας, διὰ τοῦτο τῶν προγόνων μέμνημαι. Καὶ ἵνα μὴ νομίσῃς, ὅτι περὶ τούτων ταῦτά φησιν, εἰπὼν, Ὁ φυλάσσων τὴν διαθήκην σου, καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε καὶ φυλάσσουσι τὰς ἐντολάς σου, ἐπήγαγεν εὐθέως· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν, ἠσεβήσαμεν, ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου, καὶ ἀπὸ τῶν κριμάτων σου, καὶ οὐκ ἠκούσαμεν τῶν δούλων σου τῶν προφητῶν. Μία γὰρ τοῖς ἁμαρτάνουσιν ἀπολογία μόνη μετὰ τὰ ἁμαρτήματα ὑπολέλειπται, τὸ τὰς οἰκείας ἁμαρτίας ὁμολογεῖν. Σὺ δέ μοι σκόπει καὶ τοῦ δικαίου τὴν ἀρετὴν, καὶ τῶν Ἰουδαίων τὴν ἀγνωμοσύνην. Ὁ μὲν γὰρ μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, καταδικάζει μετὰ πολλῆς ἑαυτὸν σφοδρότητος, λέγων· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν· οἱ δὲ μυρίων γέμοντες κακῶν, τοὐναντίον ἐποίουν, λέγοντες· Ἐφυλάξαμεν τὰ προστάγματά σου, καὶ νῦν μακαρίζομεν ἀλλοτρίους· καὶ ἀνοικοδομοῦνται οἱ ποιοῦντες ἀνομήματα. Ὥσπερ γὰρ τοῖς δικαίοις ἔθος μετὰ τὰ δικαιώματα μετριάζειν, οὕτω τοῖς πονηροῖς μετὰ τὰ ἁμαρτήματα ἐπαίρεσθαι. Ὁ μηδὲν ἑαυτῷ συνειδὼς τοιοῦτον ἔλεγεν, Ἠνομήσαμεν, ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου· οἱ δὲ μυρία συνειδότες ἑαυτοῖς ἁμαρτήματα ἔλεγον, ὅτι Ἐφυλάξαμεν τὰς ἐντολάς σου. Ταῦτα λέγω, ἵνα τὰ μὲν φύγωμεν, τὰ δὲ ζηλώσωμεν.
§ ςʹ Εἶτα ἐπειδὴ κατέδραμεν αὐτῶν τῆς παρανομίας, λέγει καὶ τὴν τιμωρίαν ἣν ἔδοσαν, καὶ ἀπὸ τούτου πάλιν τὸν Θεὸν εἰς ἔλεον ἐπισπάσασθαι βουλόμενος, Καὶ ἐπῆλθε, φησὶν, ἐφ' ἡμᾶς ἡ κατάρα ἡ γεγραμμένη ἐν τῷ νόμῳ Μωσέως δούλου τοῦ Θεοῦ, ὅτι ἡμάρτομεν. Ποία κατάρα αὕτη; Βούλεσθε ἵνα ἀναγνῶμεν αὐτήν; Ἐὰν μὴ λατρεύσητε Κυρίῳ τῷ Θεῷ ὑμῶν, φησὶν, ἐπάξω ἐφ' ὑμᾶς ἔθνος ἀναιδὲς, οὗ οὐκ ἀκούσῃ τῆς φωνῆς αὐτοῦ, καὶ ἔσεσθε ἐν ἀριθμῷ βραχεῖς. Τοῦτο γοῦν αὐτὸ δηλοῦντες οἱ τρεῖς παῖδες, καὶ δεικνύντες ὅτι διὰ τῶν ἔργων αὐτῶν ἐξέβη τὸ τῆς κολάσεως εἶδος, καὶ αὐτοὶ πρὸς τὸν Θεὸν ἐξομολογούμενοι, περὶ τῶν κοινῶν ἁμαρτημάτων ἔλεγον· Παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων, ἐχθίστων ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν. Ὁρᾷς ὡς ἡ ἀρὰ ἐπληροῦτο ἐκείνη ἡ λέγουσα· Ἔσεσθε ἐν ἀριθμῷ βραχεῖς· καὶ ἡ λέγουσα, ὅτι Ἐπάξω ἐφ' ὑμᾶς ἔθνος ἀναιδές. Τοῦτο αὐτὸ καὶ ὁ Δανιὴλ ἐνταῦθα αἰνίττεται, καί φησιν· Ἦλθεν ἐφ' ἡμᾶς κακὰ, οἷα οὐ γέγονε ὑποκάτω παντὸς τοῦ οὐρανοῦ, κατὰ τὰ γενόμενα ἐν Ἰσραήλ. Ποῖα δὴ ταῦτα; Μητέρες παίδων ἀπεγεύσαντο. Καὶ τοῦτο προλέγει μὲν ὁ Μωϋσῆς, δείκνυσι δὲ ἐκβεβηκὸς ὁ Ἱερεμίας· ὁ μὲν γάρ φησιν, ὅτι Ἡ ἁπαλὴ, ἡ τρυφερὰ, ἧς οὐκ ἔλαβε πεῖραν ὁ ποῦς αὐτῆς ἐπιβῆναι ἐπὶ τοῦ βήματος διὰ τὴν ἁπαλότητα καὶ τὴν τρυφερότητα, ἅψεται παρανόμου τραπέζης, καὶ τῶν ἐκγόνων ἀπογεύσεται τῶν ἑαυτῆς. Ὁ δὲ Ἱερεμίας τοῦτο αὐτὸ δηλῶν ὅτι ἐξέβη, ἔλεγε· Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ τέκνα αὐτῶν. Ἀλλ' ὅμως τὰς ἁμαρτίας αὐτῶν εἰπὼν ἃς ἥμαρτον, καὶ τὴν δίκην ἣν ὑπέμειναν εἰς μέσον ἀγαγὼν, οὐδὲ οὕτως ἐκ τούτων ἀξιοῖ σώζεσθαι. Ὅρα οὖν εὐγνωμοσύνην οἰκέτου. Καὶ γὰρ καὶ οὗτος δεικνὺς, ὅτι οὐδὲν οὐδέπω τῶν ἁμαρτημάτων ἄξιον ὑπέμειναν, οὐδὲ διελύσαντο τὰ πλημμελήματα δι' ὧν ἔπαθον, λοιπὸν ἐπὶ τοὺς οἰκτιρμοὺς καταφεύγει τοῦ Θεοῦ καὶ τὸν τῆς φιλανθρωπίας αὐτοῦ τρόπον, καί φησι· Καὶ νῦν, Κύριε ὁ Θεὸς ἡμῶν, ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου, καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη· ἡμάρτομεν, ἠνομήσαμεν. Καὶ γὰρ ὡς ἐκείνους, φησὶν, οὐκ ἀπὸ κατορθωμάτων