ἀνθρώπου πάλιν λαβεῖν αὐτά· Θεοῦ δὲ ὄντος τοῦ καθελόντος αὐτῶν τὴν πόλιν, ἀμήχανον τὰ τῇ θείᾳ δόξαντα ψήφῳ δύναμιν ἀνθρωπίνην παρατρέψαι ποτέ. Ἃ γὰρ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, φησὶ, τίς διασκεδάσει; καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει; Ὥσπερ γὰρ ἃ ἂν ἀναστήσῃ καὶ βουληθῇ μένειν, καθελεῖν ἀδύνατον ἀνθρώποις· οὕτως ἅπερ ἂν καθέλῃ καὶ βούληται μένειν καθηρημένα, ἀναστῆσαι πάλιν οὐκ ἔνι. Ἔστω δὲ, Ἰουδαῖοι, ὅτι βασιλεὺς τὸν ναὸν ἐδίδου, καὶ τὸν βωμὸν ἀνίστα, καθάπερ ὑμεῖς ὑποπτεύετε μάτην· μὴ καὶ τὸ πῦρ ἄνωθεν ὑμῖν ἀφεῖναι ἐκ τῶν οὐρανῶν δυνατὸς ἦν; τούτου δὲ οὐκ ὄντος, ἐναγὴς καὶ ἀκάθαρτος ἦν ἡ θυσία ὑμῶν. Διὰ τοῦτο γοῦν οἱ παῖδες Ἀαρὼν ἀπώλοντο, ἐπειδὴ πῦρ ἀλλότριον εἰσήνεγκαν. Ἀλλ' ὅμως πρὸς ἅπαντα τυφλώττοντες παρεκάλουν αὐτὸν, καὶ ἱκέτευον συνάρασθαι καὶ συνεφάψασθαι τῆς οἰκοδομῆς τοῦ ναοῦ. Ὁ δὲ καὶ χρήματα ἀνήλωσε, καὶ ἐπιστάτας τοῦ ἔργου ἔπεμψε τοὺς ἀπὸ τῆς μεγάλης ἀρχῆς, καὶ τεχνίτας πάντοθεν ἐκίνησε, καὶ πάντα ἐποίει καὶ ἐπραγματεύετο, ἠρέμα καὶ κατὰ μικρὸν ἄχρις αὐτοὺς εἰς τὸ θύειν ἐμβάλῃ, προσδοκῶν ἐκεῖθεν ἐπὶ τὴν τῶν εἰδώλων θεραπείαν ἥξειν ῥᾳδίως, ὁμοῦ τε ἐλπίζων ὁ μεμηνὼς καὶ ἀνόητος τοῦ Χριστοῦ περιγράφειν τὴν ἀπόφασιν, τὴν οὐκ ἐῶσαν ἀναστῆναι τὸν ναὸν ἐκεῖνον. Ἀλλ' ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, εὐθέως διὰ τῶν ἔργων ἐδήλου, ὅτε αἱ τοῦ Θεοῦ ψῆφοι πάντων εἰσὶ δυνατώτεραι, καὶ ἰσχυρὰ τὰ ἔργα τῶν λόγων τοῦ Θεοῦ. Ὡς γὰρ ἥψαντο τῆς παρανόμου ταύτης σπουδῆς, καὶ γυμνοῦν ἤρξαντο τὰ θεμέλια, καὶ πολὺν ἐκένωσαν χοῦν, καὶ τῆς οἰκοδομῆς ἅπτεσθαι λοιπὸν ἤμελλον· πῦρ ἐκπηδῆσαν ἐκ τῶν θεμελίων εὐθέως κατέφλεξέ τε πολλοὺς ἀνθρώπους, οὐ μὴν ἀλλὰ καὶ τοὺς λίθους τοῦ τόπου ἐκείνου, καὶ τῆς ἀκαίρου φιλονεικίας ἔστησεν οὐ μόνον τοὺς τὸ ἔργον ἐπιχειρήσαντας, ἀλλὰ καὶ Ἰουδαῖοι πολλοὶ τοῦτο θεασάμενοι ἐξέστησαν καὶ ᾐσχύνθησαν. Ταῦτα ἀκούσας ὁ βασιλεὺς Ἰουλιανὸς, καίτοι τοσαύτην μανίαν ἔχων περὶ τὴν σπουδὴν ἐκείνην, δείσας μὴ περαιτέρω προελθὼν ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴν καλέσῃ τὸ πῦρ, ἀπέστη ἡττηθεὶς μετὰ τοῦ ἔθνους παντός. Καὶ νῦν ἐὰν ἔλθῃς εἰς Ἱεροσόλυμα, γυμνὰ ὄψει τὰ θεμέλια· κἂν τὴν αἰτίαν ζητήσῃς, οὐδεμίαν ἀλλ' ἢ ταύτην ἀκούσεις. Καὶ τούτου μάρτυρες ἡμεῖς πάντες· ἐφ' ἡμῶν γὰρ, οὐ πρὸ πολλοῦ ταῦτα γέγονε χρόνου. Καὶ σκόπει νίκης περιφάνειαν. Οὐ γὰρ ἐν χρόνοις βασιλέων εὐσεβῶν τοῦτο συνέβη, ἵνα μή τινες λέγωσιν, ὅτι Χριστιανοὶ ταῦτα ἐπελθόντες διεκώλυσαν, ἀλλ' ἡνίκα τὰ ἡμέτερα ἠλαύνετο, ἡνίκα περὶ τοῦ ζῇν πάντες ἐκινδυνεύομεν, καὶ παρρησία ἀνθρωπίνη πᾶσα παρῃρεῖτο, καὶ τὰ Ἑλληνικὰ ἤνθει, καὶ τῶν πιστῶν οἱ μὲν ἐν τοῖς οἴκοις ἐκρύπτοντο, οἱ δὲ πρὸς τὰς ἐρημίας μετῳκίζοντο, καὶ τὰς ἀγορὰς ἔφευγον· τότε δὴ ταῦτα ἐγίνετο, ἵνα μηδεμία ἀναισχυντίας αὐτοῖς καταλιμπάνηται πρόφασις.
ι§ βʹ Ἔτι οὖν ἀμφισβητεῖς, ὦ Ἰουδαῖε, καὶ τὴν ἀπὸ τοῦ τῆς Χριστοῦ προρρήσεως, καὶ τὴν ἀπὸ τῆς τῶν προφητῶν καὶ τῆς τῶν πραγμάτων ἀποδείξεως μαρτυρίαν ὁρῶν σου καταψηφιζομένην; Ἀλλ' οὐδὲν θαυμαστόν· τοιοῦτον γὰρ ὑμῶν τὸ ἔθνος ἄνωθεν