ἀναίσχυντον καὶ φιλόνεικον, καὶ τοῖς φανεροῖς ἀεὶ μάχεσθαι μεμελετηκὸς πράγμασι. Βούλει καὶ ἑτέρους ἐφοπλίσω σοι προφήτας φανερῶς αὐτὸ τοῦτο λέγοντας, ὅτι τὰ μὲν ὑμέτερα λήψεται τέλος, τὰ δὲ ἡμέτερα ἀνθήσει, καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκταθήσεται τὸ κήρυγμα τοῦ Χριστοῦ, καὶ θυσίας ἑτέρας εἰσενεχθήσεται τρόπος, ἐκείνων τῶν παρ' ὑμῖν καταλυθεισῶν; Ἄκουσον γοῦν τοῦ Μαλαχίου, τοῦ μετὰ τοὺς ἄλλους προφήτας ἐλθόντος· οὐδὲ γὰρ Ἡσαΐου παράγω μαρτυρίαν τέως, οὐδὲ Ἱερεμίου, οὐδὲ τῶν ἄλλων προφητῶν τῶν πρὸ τῆς αἰχμαλωσίας, ἵνα μὴ λέγῃς, ὅτι τὰ δεινὰ ταῦτα ἃ προέλεγον, ἐπὶ τῆς αἰχμαλωσίας ἐξέβη· ἀλλὰ παράγω προφήτην τὸν μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος, καὶ τὴν τῆς πόλεως ἀποκατάστασιν, σαφῶς περὶ τῶν ὑμετέρων πραγμάτων προφητεύσαντα. Ἐπειδὴ γὰρ ἐπανῆλθον, καὶ τὴν πόλιν ἀπέλαβον, καὶ τὸν ναὸν ἀνῳκοδόμησαν, καὶ τὰς θυσίας ἐπετέλουν, τὴν μέλλουσαν ἐρήμωσιν ταύτην τὴν νῦν προλέγων, καὶ τὴν τῶν θυσιῶν ἀναίρεσιν, οὕτω πώς φησιν ὁ Μαλαχίας ἐκ προσώπου τοῦ Θεοῦ· Εἰ λήψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν, λέγει Κύριος παντοκράτωρ· ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· ὑμεῖς δὲ βεβηλοῦτε αὐτό. Πότε ταῦτα ἐξέβη, ὦ Ἰουδαῖε; πότε ἐν παντὶ τόπῳ θυμίαμα προσηνέχθη τῷ Θεῷ; πότε θυσία καθαρά; Οὐκ ἂν ἔχοις ἕτερον εἰπεῖν καιρὸν, ἀλλ' ἢ τοῦτον τὸν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν· ὡς εἰ μὴ τοῦτον προλέγει τὸν καιρὸν, μηδὲ τὴν θυσίαν τὴν ἡμετέραν, ἀλλὰ τὴν Ἰουδαϊκὴν, καὶ παράνομος ἔσται ἡ προφητεία. Εἰ γὰρ τοῦ Μωϋσέως κελεύοντος εἰς μηδένα ἕτερον τόπον ἀνάγειν θυσίαν, ἀλλ' ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεὸς, καὶ εἰς ἓν χωρίον συγκλείοντος τὰς θυσίας ἐκείνας, ὁ προφήτης λέγει, ὅτι ἐν παντὶ τόπῳ θυμίαμα μέλλοι προσάγεσθαι, καὶ θυσία καθαρὰ, ἐναντιοῦται καὶ μάχεται τῷ Μωϋσῇ. Ἀλλ' οὐκ ἔστι μάχη καὶ φιλονεικία· περὶ γὰρ ἑτέρας ἐκεῖνος εἶπε, καὶ περὶ ἑτέρας οὗτος προεφήτευσεν ὕστερον. Πόθεν τοῦτο δῆλον; Ἀπό τε τῶν εἰρημένων, ἀπό τε ἑτέρων πλειόνων σημείων. Καὶ πρῶτον μὲν ἀπὸ τοῦ τόπου· οὐ γὰρ ἐν μιᾷ πόλει, καθάπερ ἐπὶ τῶν Ἰουδαίων, ἀλλ' Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὴν θεραπείαν ἐπιτελεῖσθαι ταύτην προεῖπεν. Εἶτα ἀπὸ τοῦ τρόπου τῆς θυσίας· τῷ γὰρ καθαρὰν αὐτὴν προειπεῖν, ἔδειξε ποίαν ἔλεγε. Καὶ ἀπὸ τῶν προσώπων δὲ τῶν προσαγόντων αὐτήν· οὐ γὰρ εἶπεν, Ἐν τῷ Ἰσραὴλ, ἀλλ', Ἐν τοῖς ἔθνεσι. Καὶ ἵνα μὴ νομίσῃς, ὅτι ἐν μιᾷ καὶ δυσὶ καὶ τρισὶ πόλεσι τὰ τῆς λατρείας περιστήσεται ταύτης, οὐχ ἁπλῶς εἶπεν, Ἐν παντὶ τόπῳ, ἀλλ', Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· δεικνὺς ὅτι, ὅσην ὁ ἥλιος ἐφορᾷ γῆν, τοσαύτην καὶ τὸ κήρυγμα καταλήψεται. Καθαρὰν δὲ λέγει θυσίαν, ὡς τῆς προτέρας ἀκαθάρτου οὔσης, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ διὰ τὴν προαίρεσιν τῶν προσαγόντων. Διὰ τοῦτο ἔλεγε· Θυμίαμα βδέλυγμά μοί ἐστιν. Ἄλλως δὲ, καὶ αὐτὴν τὴν θυσίαν εἴ τις παραβάλοι, πολὺ τὸ μέσον εὑρήσει καὶ ἄπειρον καὶ τοσοῦτον, ὡς ταύτην κυρίως μόνην κατὰ τὸν τῆς συγκρίσεως λόγον λέγεσθαι καθαράν. Καὶ ὅπερ ἐπὶ τοῦ νόμου καὶ τῆς χάριτος ἔλεγεν ὁ Παῦλος, ὅτι οὐ δεδόξασται τὸ δεδοξασμένον, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης, τοῦτο καὶ ἐνταῦθα θαρροῦντες