ἂν εἴποιμεν, ὅτι συγκρινομένη πρὸς ἐκείνην αὕτη ἡ θυσία, κυρίως ἂν λεχθείη καὶ μόνη καθαρά. Οὐ γὰρ διὰ καπνοῦ καὶ κνίσσης, οὐδὲ δι' αἱμάτων καὶ λύτρων, ἀλλὰ διὰ τῆς τοῦ Πνεύματος προσάγεται χάριτος. Ἄκουσον δὴ καὶ ἑτέρου προφήτου τὸ αὐτὸ τοῦτο προαναφωνοῦντος καὶ λέγοντος, ὅτι οὐκ ἐν ἑνὶ τόπῳ στήσεται τὰ τῆς τοῦ Θεοῦ θεραπείας, ἀλλὰ πάντες αὐτὸν εἴσονται λοιπὸν ἄνθρωποι. Ὁ οὖν Σοφονίας οὕτω πώς φησιν· Ἐπιφανήσεται Κύριος ἐπὶ πάντα τὰ ἔθνη, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἀπὸ τοῦ τόπου αὐτοῦ. Καίτοι γε οὐκ ἐφεῖτο τοῦτο, ἀλλ' εἰς ἕνα τόπον λατρεύειν ἐκέλευσεν ὁ Μωϋσῆς. Ὅταν οὖν ἀκούσῃς τῶν προφητῶν προλεγόντων καὶ προαναφωνούντων, ὅτι οὐκ ἔτι εἰς μίαν πόλιν, οὐδὲ εἰς ἕνα τόπον ἀναγκασθήσονται συνάγεσθαι πάντοθεν οἱ ἄνθρωποι, ἀλλ' οἴκοι καθήμενος ἕκαστος θεραπεύσει τὸ θεῖον, τίνα ἂν ἔχοις εἰπεῖν ἕτερον καιρὸν, ἀλλ' ἢ τὸν παρόντα τοῦτον; Ἄκουε γοῦν πῶς καὶ τὰ Εὐαγγέλια καὶ ὁ Ἀπόστολος τῷ προφήτῃ τούτῳ συνᾴδουσιν. Ὁ γοῦν προφήτης εἶπεν, Ἐπιφανήσεται Κύριος· ὁ Ἀπόστολός φησιν, Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις παιδεύουσα ἡμᾶς. Οὗτος εἶπεν, Ἐπὶ τὰ ἔθνη· ἐκεῖνός φησιν, Ἐπὶ πᾶσιν ἀνθρώποις. Οὗτος εἶπεν, Ἐξολοθρεύσει τοὺς θεοὺς αὐτῶν· ἐκεῖνος εἶπεν, Παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως ζήσωμεν. Πάλιν ὁ Χριστὸς τῇ Σαμαρείτιδί φησι, Πίστευσόν μοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυ