νοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ταῦτα δὲ ἔλεγε, τήν τε ἀνάγκην ἡμῶν λύων λοιπὸν τὴν ἐκ τῆς τοῦ τόπου παρατηρήσεως, καὶ τὸ τῆς λατρείας ὑψηλότερον καὶ πνευματικώτερον εἰσάγων. Ἐνῆν μὲν οὖν μετὰ τούτων δεῖξαι πάλιν, ὅτι οὔτε θυσία, οὔτε ἱερωσύνη, οὔτε βασιλεὺς παρὰ Ἰουδαίοις ἔσται λοιπόν. Μάλιστα μὲν γὰρ διὰ τῆς κατὰ τὴν πόλιν κατασκαφῆς ἅπαντα ταῦτα συναποδέδεικται· πλὴν ἀλλ' ἐνῆν καὶ προφήτας παραγαγεῖν ῥητῶς αὐτὸ τοῦτο λέγοντας. Ἀλλ' ὁρῶ κεκμηκότας ὑμᾶς τῷ μήκει τῶν εἰρημένων, καὶ δέδοικα μὴ μάτην καὶ εἰκῆ δόξω διενοχλεῖν. Διόπερ αὐτὸ εἰς ἕτερον ὑμῖν ὑποσχόμενος καιρὸν ἐρεῖν, ἐκεῖνο τέως δέομαι ὑμῶν, τοὺς ἀδελφοὺς διασῶσαι τοὺς ὑμετέρους, ἀπαλλάξαι τῆς πλάνης, ἐπαναγαγεῖν ἐπὶ τὴν ἀλήθειαν. Οὐδὲν γὰρ ὄφελος ἀκροάσεως, ὅταν ἡ διὰ τῶν ἔργων ἐπίδειξις μὴ συμβαίνῃ τοῖς λεγομένοις. Καὶ γὰρ τὰ εἰρημένα οὐ δι' ὑμᾶς εἴρηται, ἀλλὰ δι' ἐκείνους τοὺς ἀσθενοῦντας, ἵνα παρ' ὑμῶν ἐκεῖνοι μανθάνοντες ταῦτα, καὶ τῆς πονηρᾶς ἀπαλλαγέντες συνηθείας, εἰλικρινῆ καὶ γνήσιον τὸν Χριστιανισμὸν ἐπιδείξωνται, καὶ τὰς πονηρὰς φεύξωνται τῶν Ἰουδαίων διαγωγὰς καὶ συναγωγὰς, τάς τε ἐν τῇ πόλει, τάς τε ἐν τῷ προαστείῳ, τὰ σπήλαια τῶν λῃστῶν, τὰ τῶν δαιμόνων καταγώγια. Μὴ τοίνυν προδῶτε τὴν σωτηρίαν ἐκείνων, ἀλλὰ περιεργασάμενοι καὶ πολυπραγμονήσαντες, τοὺς νοσοῦντας ἐπαναγάγετε τῷ Χριστῷ, ἵνα καὶ κατὰ τὸν παρόντα βίον, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν, τὴν πολλῷ τῶν κατορθωμάτων μείζονα ἀντίδοσιν ἀπολάβωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.