τότε, ὅτε τὰ χερουβὶμ ἦν, ὅτε ἡ κιβωτὸς, ὅτε ἔτι Πνεύματος ἐπήνθει χάρις, νῦν μὲν ἔλεγεν, ὅτι Ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν, νῦν δὲ, ὅτι Οἶκον ἐμπορίου, διὰ τὰς παρανομίας αὐτῶν καὶ τὰς μιαιφονίας· νῦν ὅτε αὐτοὺς ἡ τοῦ Πνεύματος ἐγκατέλιπε χάρις, καὶ πάντα ἐκεῖνα ἀνῄρηται τὰ σεμνὰ, τῷ Θεῷ φιλονεικοῦντες, τὴν παράνομον ταύτην ἐπιτελοῦσι λατρείαν, τί ἄν τις προσειπὼν τὰς συναγωγὰς αὐτῶν, ἀξίαν ἔσται εὑρηκὼς ἐπωνυμίαν; Εἰ γὰρ τότε σπήλαιον λῃστῶν ἦν, ὅτε ἔτι τὰ τῆς πολιτείας ἐκράτει, νῦν κἂν πορνεῖον, κἂν παρανομίας χωρίον, κἂν δαιμόνων καταγώγιον, κἂν διαβόλου φρούριον, κἂν ψυχῶν ὄλεθρον, κἂν ἀπωλείας ἁπάσης κρημνὸν καὶ βάραθρον, κἂν ὁτιοῦν τις προσείπῃ, ἔλαττον τῆς ἀξίας ἐρεῖ. Ναὸν ἐπιθυμεῖς ἰδεῖν; μὴ δράμῃς εἰς τὴν συναγωγὴν, ἀλλὰ γενοῦ σὺ ναός. Ἕνα καθεῖλε ναὸν ὁ Θεὸς ἐν Ἱεροσολύμοις, καὶ μυρίους ἀνέστησεν ἐκείνου πολλῷ σεμνοτέρους· Ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, φησί. Καλλώπισον ταύτην τὴν οἰκίαν, ἀπέλασον πάντα λογισμὸν πονηρὸν, ἵνα γένῃ μέλος τοῦ Χριστοῦ τίμιον, ἵνα γένῃ ναὸς τοῦ Πνεύματος· ποίησον καὶ ἑτέρους τοιούτους. Καὶ καθάπερ πένητας ὁρῶντες οὐκ ἂν παραδράμοιτε ῥᾳδίως, οὕτω καὶ τὸν ἐπὶ τὴν συναγωγὴν τρέχοντα βλέπων, μὴ παρίδῃς, ἀλλ' ὥσπερ χαλινῷ τινι τῷ λόγῳ κατασχὼν εἰς τὴν Ἐκκλησίαν ἐπανάγαγε. Αὕτη πλείων ἐκείνης ἡ ἐλεημοσύνη, καὶ μυρίων ταλάντων μεῖζον τὸ κέρδος. Καὶ