τί λέγω μυρίων ταλάντων; καὶ τοῦ κόσμου παντὸς τοῦ φαινομένου, ἐπεὶ καὶ ὁ ἄνθρωπος τοῦ κόσμου παντὸς τιμιώτερος· διὰ γὰρ αὐτὸν καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα γέγονε, καὶ ἥλιος καὶ ἀστέρες. Ἐννόησον τοίνυν τὸ ἀξίωμα τοῦ σωζομένου, καὶ μὴ καταφρονήσῃς αὐτοῦ τῆς ἐπιμελείας. Κἂν γὰρ μυρία τις καταβάλῃ χρήματα, οὐδὲν τοιοῦτον ἐργάζεται, ὅσον ὁ ψυχὴν διασώζων, καὶ πλάνης ἀπάγων, καὶ πρὸς εὐσέβειαν χειραγωγῶν. Ὁ πένητι δοὺς λιμὸν ἔλυσεν, ὁ τὸν Ἰουδαΐζοντα διορθώσας ἀσέβειαν ἀνεῖλεν· ἐκεῖνος πενίαν παρεμυθήσατο, οὗτος παρανομίαν ἔστησεν· ἐκεῖνος τὸ σῶμα ὀδύνης ἀπήλλαξεν, οὗτος καὶ τὴν ψυχὴν τῆς γεέννης ἐξήρπασεν. Ἔδειξα τὸν θησαυρὸν, μὴ προδῶτε τὸ κέρδος. Οὐκ ἔστιν ἐνταῦθα πενίαν αἰτιάσασθαι, οὐκ ἔστι πτωχείαν προβαλέσθαι· ῥημάτων ἐστὶν ἡ δαπάνη, λόγων ἐστὶ τὸ ἀνάλωμα. Μὴ τοίνυν κατοκνήσωμεν, ἀλλ', ὅση σπουδὴ καὶ προθυμία, τοὺς ἀδελφοὺς θηρεύσωμεν τοὺς ἡμετέρους, καὶ ἄκοντας εἰς τὰς οἰκίας τὰς ἑαυτῶν αὐτοὺς ἑλκύσαντες. ἄριστον παραθῶμεν, καὶ τραπέζης αὐτοῖς κοινωνήσωμεν σήμερον, ἵνα ἐπ' ὄψεσι ταῖς ἡμετέραις τὴν νηστείαν λύσαντες, καὶ πληροφορίαν ἡμῖν καὶ πίστιν ἱκανὴν παρασχόντες τῆς καλῆς ταύτης διορθώσεως, καὶ ἑαυτοῖς καὶ ἡμῖν τῶν αἰωνίων ἀγαθῶν γένωνται πρόξενοι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.