Ἰουδαϊκῆς πολιτείας ἐπανήξειν· λοιπὸν ἡ ἀπόδειξις τοῦ μηκέτι στήσεσθαι τὸν ναόν. Ὥσπερ γὰρ οὐκ ὄντος τούτου νῦν πάντα ἀνῄρηται, κἂν δοκῇ τι γίνεσθαι, παρανόμως τολμᾶται· οὕτως ἀποδείξαντος τοῦ λόγου ὅτι οὐδέποτε ἐπανήξει πρὸς τὸ οἰκεῖον σχῆμα, κἀκεῖνο συναποδέδεικται, ὅτι οὔτε ἡ λοιπὴ λατρεία πρὸς τὴν προτέραν ἐπανήξει κατάστασιν πάλιν, οὐχ ἱερεὺς ἔσται τις, οὐ βασιλεύς. Εἰ γὰρ τοῖς ἐκ τοῦ σπέρματος αὐτῶν, κἄν τις ἦν τῶν ἰδιωτευόντων, οὐκ ἐφεῖτο γοῦν λατρεύειν ἀλλογενέσι, πολλῷ μᾶλλον αὐτὸν τὸν βασιλέα ὑποκεῖσθαι ἑτέροις, θέμις οὐκ ἦν. Πλὴν ἀλλ' ἐπειδὴ ἀγὼν ἡμῖν ἐστι καὶ σπουδὴ, οὐκ ἐκείνους ἐπιστομίσαι μόνον, ἀλλὰ καὶ τὴν ὑμετέραν ἀγάπην σοφίσαι, φέρε τοῦτο αὐτὸ ἑτέρωθεν ἀποδείξωμεν, οἷον ὅτι καὶ τὰ τῶν θυσιῶν, καὶ τὰ τῆς ἱερωσύνης αὐτῶν πέπαυται, ὡς μηκέτι πάλιν ἐπανελθεῖν ἐπὶ τὸ πρότερον ἔθος. Τίς οὖν ταῦτά φησιν; Ὁ θαυμαστὸς καὶ μέγας προφήτης Δαυΐδ. Οὗτος γὰρ δηλῶν ὅτι θυσιῶν ἡ μὲν ἐκβάλλεσθαι μέλλει, ἡ δὲ εἰσάγεσθαι, οὕτως ἔλεγε· Πολλὰ ἐποίησας, σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου, καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι· ἀπήγγειλα καὶ ἐλάλησα. Ὅρα σοφίαν προφήτου. Εἰπὼν, Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου, καὶ ἐκπλαγεὶς τὴν τοῦ Θεοῦ θαυματουργίαν, οὐδὲν περὶ τῆς ὁρωμένης ἡμῖν διαλέγεται κτίσεως, οὐρανοῦ καὶ γῆς καὶ θαλάττης καὶ ὕδατος καὶ πυρὸς, οὐ περὶ τῶν κατ' Αἴγυπτον γενομένων παραδόξων ἐκείνων θαυμάτων, οὐ περὶ ἄλλων τινῶν τοιούτων σημείων, ἀλλὰ τίνα φησὶ θαυμαστὰ εἶναι; Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας. Τί λέγεις; εἰπέ μοι· τοῦτό ἐστι τὸ παράδοξον καὶ θαυμαστόν; Οὐχὶ, φησίν· οὐ γὰρ δὴ τοῦτο μόνον εἶδεν, ἀλλὰ προφητικοῖς ἄνωθεν καταμαθὼν ὀφθαλμοῖς τὴν τῶν ἐθνῶν προσαγωγὴν, καὶ πῶς οἱ τοῖς θεοῖς προσηλωμένοι, καὶ θεραπεύοντες λίθους, καὶ τῶν ἀλόγων ἀθλιώτερον διακείμενοι, ἐξαίφνης ἀνέβλεψαν, καὶ τὸν τῶν ἁπάντων ἐπέγνωσαν Δεσπότην, καὶ τὴν μιαρὰν τῶν δαιμόνων λατρείαν ἀφέντες, καθαρῶς καὶ ἀναιμωτὶ τὸν Θεὸν ἐθεράπευον· καὶ ἔτι συνιδὼν ὅτι οὐκ ἐκεῖνοι μόνον, ἀλλὰ καὶ οἱ Ἰουδαῖοι οἱ ἀτελέστερον διακείμενοι, τὴν διὰ θυσιῶν καὶ ὁλοκαυτωμάτων καὶ τῶν ἄλλων τῶν σωματικῶν ἀφέντες θεραπείαν, ἐπὶ τὴν ἡμετέραν καὶ οὗτοι φιλοσοφίαν ἤχθησαν· καὶ λογισάμενος τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν τὴν ὑπερβαίνουσαν ἅπαντα νοῦν, καὶ ἐκπλαγεὶς ὅση τῶν πραγμάτων γέγονε μεταβολὴ, καὶ πῶς αὐτὰ μετερρύθμισε, καὶ ἀπὸ δαιμόνων ἀγγέλους τοὺς ἀνθρώπους εἰργάσατο, καὶ πολιτείαν εἰσήγαγε τῶν οὐρανῶν ἀξίαν ταῦτα δὲ ἅπαντα ἐγένετο, τῆς παλαιᾶς καταλυθείσης θυσίας, καὶ ἑτέρας ἐπεισαχθείσης, τῆς διὰ τοῦ σώματος τοῦ Χριστοῦ, ἐκπλαγεὶς καὶ θαυμάσας ἔλεγε· Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου. Καὶ ὅτι ἐκ προσώπου τοῦ Χριστοῦ τὴν προφητείαν ταύτην ἅπασαν προλέγει, εἰπὼν, Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ἐπήγαγε, Σῶμα δὲ κατηρτίσω μοι· τὸ σῶμα λέγων τὸ δεσποτικὸν, τὴν κοινὴν ὑπὲρ τῆς οἰκουμένης γενομένην θυσίαν, ἣ τὰς ψυχὰς ἡμῶν ἐξεκάθηρε, καὶ τὰς