ἁμαρτίας κατέλυσε, καὶ τὸν θάνατον ἔσβεσε, καὶ τοὺς οὐρανοὺς ἀνέῳξε, καὶ πολλὰς καὶ μεγάλας ἡμῖν ἐλπίδας ὑπέδειξε, καὶ τὰ ἄλλα πάντα κατεσκεύασεν· ἅπερ οὖν καὶ ὁ Παῦλος εἰδὼς, ἐβόα λέγων· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ταῦτα οὖν ἅπαντα προορῶν ἔλεγε· Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου. Εἶτα εἰπὼν ἐκ προσώπου τοῦ Χριστοῦ, ὅτι Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας, ἐπήγαγε· Τότε εἶπον, ἰδοὺ ἥκω. Τότε· πότε; Ὅτε τῶν τελειοτέρων διδαγμάτων ἐστὶν ὁ καιρός· τὰ μὲν γὰρ ἀτελέστερα διὰ τῶν δούλων αὐτοῦ μαθεῖν ἔδει, τὰ δὲ ὑψηλότερα καὶ ὑπερβαίνοντα τὴν φύσιν τὴν ἀνθρωπίνην παρ' αὐτοῦ τοῦ νομοθέτου· διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγε· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. Καὶ πάλιν ὁ Ἰωάννης, Ὁ νόμος διὰ Μωσέως ἐδόθη,ἡ δὲ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Ὥστε τοῦ νόμου μέγιστον καὶ τοῦτο ἐγκώμιον, τὸ παρασκευάσαι τῷ διδασκάλῳ τὴν φύσιν τὴν ἀνθρωπίνην. Εἶτα, ἵνα μὴ νομίσῃς αὐτὸν πρόσφατον εἶναι Θεὸν, μηδὲ καινοτομίαν τινὰ εἰσάγειν, ἄκουσον τί φησιν· Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. Πάλαι μου, φησὶ, τὴν παρουσίαν προανεφώνησαν οἱ προφῆται, καὶ ἐν ἀρχῇ τῶν βιβλίων τὴν γνῶσιν τῆς ἐμῆς θεότητος τοῖς ἀνθρώποις παρήνοιξαν.
§ γʹ Ὅταν οὖν ὁ Θεὸς λέγῃ, ἐν ἀρχῇ τῆς κτίσεως, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν, αἰνιγματωδῶς ἡμῖν τοῦ Υἱοῦ τὴν θεότητα ἀποκαλύπτει, πρὸς ὃν διαλέγεται. Εἶτα δεικνὺς ὡς οὐκ ἐναντία αὕτη τῇ προτέρᾳ πολιτείᾳ, ἀλλὰ καὶ τοῦτο θέλημα Θεοῦ ἦν, καταλυθῆναι μὲν ἐκείνην τὴν θυσίαν, ἀντεισαχθῆναι δὲ ταύτην ἐπίτασις γὰρ ἦν τῆς διορθώσεως, οὐκ ἐναντίωσις οὐδὲ μάχη, εἰπὼν, Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, ἐπήγαγε, Τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ Θεὸς, ἐβουλήθην, καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου· εἶτα λέγων, τί ποτέ ἐστι τὸ θέλημα τοῦ Θεοῦ, παρεὶς θυσίαν εἰπεῖν, καὶ ὁλοκαυτώματα καὶ προσφορὰς καὶ πόνους καὶ ἱδρῶτας, φησὶν, Εὐηγγελισάμην δικαιοσύνην ἐν Ἐκκλησίᾳ μεγάλῃ. Τί ποτέ ἐστιν, Εὐηγγελισάμην δικαιοσύνην; Οὐκ εἶπεν ἁπλῶς, Ἔδωκα, ἀλλ', Εὐηγγελισάμην. Τί δήποτε; Ὅτι οὐκ ἀπὸ κατορθωμάτων, οὐδὲ πόνων, οὐδὲ ἀμοιβῆς, ἀλλ' ἀπὸ χάριτος μόνης τὸ γένος ἐδικαίωσε τὸ ἡμέτερον. Ὅπερ οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγε· Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται· δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, οὐ διὰ καμάτου τινὸς καὶ πόνου. Καὶ ταύτης δὲ ἐπιλαμβανόμενος τῆς μαρτυρίας οὕτως ἔλεγε· Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ' ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις αἷς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι. Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει, θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας,