σῶμα δὲ κατηρτίσω μοι, τὴν εἴσοδον τοῦ Μονογενοῦς εἰς τὸν κόσμον λέγων, τὴν διὰ σαρκὸς οἰκονομίαν. Οὕτω γὰρ πρὸς ἡμᾶς παρεγένετο, οὐ τόπον ἀμείψας ἐκ τόπου, πῶς γὰρ ὁ πανταχοῦ ὢν, καὶ πάντα πληρῶν; ἀλλὰ διὰ σαρκὸς ἡμῖν φανερωθείς. Ἀλλ' ἐπειδὴ οὐχὶ πρὸς Ἰουδαίους ἐστὶν ἡμῖν ἡ μάχη μόνον, ἀλλὰ καὶ πρὸς Ἕλληνας καὶ πολλοὺς τῶν αἱρετικῶν, φέρε βαθύτερόν τι νόημα ἐνταῦθα ὑμῖν ἀποκαλύψωμεν, καὶ ζητήσωμεν, τί δήποτε, μυρίας ἔχων μαρτυρίας ὁ Παῦλος, αἳ τὸν νόμον ἀργεῖν ποιοῦσι καὶ τὴν παλαιὰν πολιτείαν, ταύτης ἐμνημόνευσεν. Οὐδὲ γὰρ ἁπλῶς οὐδὲ ὡς ἔτυχε τοῦτο ἐποίησεν, ἀλλὰ μετά τινος λόγου καὶ σοφίας ἀφάτου. Ὅτι γὰρ καὶ ἑτέρας εἶχε μαρτυρίας μακροτέρας καὶ σφοδροτέρας, εἴπερ ἐβούλετο παραγαγεῖν, ὑπὲρ τῆς ὑποθέσεως ταύτης, πάντες ἂν ὁμολογήσαιεν. Καὶ γὰρ καὶ ὁ Ἡσαΐας φησὶν, Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδὲ ἐὰν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Ἐὰν προσφέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοι ἐστίν. Καὶ ἑτέρωθι πάλιν· Οὐ νῦν ἐκάλεσά σε, Ἰακὼβ, οὐδὲ ἔγκοπόν σε ἐποίησα, Ἰσραὴλ, οὐκ ἐδόξασάς με ἐν θυσίαις, οὐδὲ ἐδούλευσάς μοι ἐν δώροις σου, οὐδὲ ἔγκοπόν σε ἐποίησα ἐν λιβάνῳ, οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, Καὶ ὁ Ἱερεμίας δὲ, Ἱνατί μοι λίβανον ἐκ Σαβᾶ φέρεις καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐχ ἥδυνάν με. Καὶ πάλιν· Συναγάγετε τὰ ὁλοκαυτώματα ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν, καὶ φάγετε κρέα. Καὶ ἕτερος δὲ τῶν προφητῶν οὕτως ἔλεγεν· Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. Καὶ πάλιν ἀλλαχοῦ τῶν Ἰουδαίων λεγόντων, Εἰ προσδέξεται Κύριος ἐν ὁλοκαυτώμασιν, εἰ δώσω πρωτότοκά μου ὑπὲρ ἀσεβείας μου, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου; καὶ ὁ προφήτης ἐπιτιμῶν αὐτοῖς ἔλεγεν, Ἀπηγγέλη σοι, ἄνθρωπε, τί καλὸν, καὶ τί Κύριος ὁ Θεὸς ἐκζητεῖ παρὰ σοῦ, ἀλλ' ἢ ἀγαπᾷν ἔλεον, καὶ ποιεῖν κρῖμα καὶ δικαιοσύνην, καὶ ἕτοιμον εἶναι πορεύεσθαι ὀπίσω Κυρίου τοῦ Θεοῦ σου. Καὶ ὁ Δαυῒδ οὕτως ἔλεγεν· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρρους. Τίνος οὖν ἕνεκεν τοσαύτας ἔχων μαρτυρίας εἰπεῖν, δι' ὧν ὁ Θεὸς φαίνεται τὰς θυσίας παραιτούμενος ἐκείνας, τὰς νουμηνίας, τὰ σάββατα, τὰς ἑορτὰς, πάσας ἐκείνας ἀφεὶς, ταύτης ἐμνήσθη μόνης; Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλ' ἤδη τὴν αἰτίαν ἐροῦμεν. Πολλοὶ τῶν ἀπίστων καὶ Ἰουδαίων αὐτῶν μαχόμενοι πρὸς ἡμᾶς λέγουσιν, ὅτι ἡ παλαιὰ καταλέλυται πολιτεία οὐ διὰ τὸ ἀτέλεστον αὐτῆς, οὐδὲ διὰ τὸ μείζονα εἰσενεχθῆναι τὴν ἡμετέραν πολιτείαν, ἀλλὰ διὰ τὴν πονηρίαν τῶν τότε προσφερόντων τὰς θυσίας. Ὁ γοῦν Ἡσαΐας φησίν· Ἐὰνἐκτείνητε τὰς χεῖρας ὑμῶν, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Εἶτα τὴν αἰτίαν προσθεὶς, ἐπάγει λέγων· Αἱ γὰρ χεῖρες ὑμῶν