§ αʹ Παρῆλθεν ἡ νηστεία τῶν Ἰουδαίων, μᾶλλον δὲ ἡ μέθη τῶν Ἰουδαίων. Ἔστι γὰρ καὶ χωρὶς οἴνου μεθύειν, ἔστι καὶ νήφοντα παροινεῖν καὶ ἐν ἀσωτίᾳ κωμάζειν. Εἰ μὴ ἦν χωρὶς οἴνου μεθύειν, οὐκ ἂν εἶπεν ὁ προφήτης, Οὐαὶ οἱ μεθύοντες οὐκ ἀπὸ οἴνου· εἰ μὴ ἦν χωρὶς οἴνου μεθύειν, οὐκ ἂν εἶπεν ὁ Παῦλος, Μὴ μεθύσκεσθε οἴνῳ. Ὡς γὰρ ἐνὸν καὶ ἄλλως μεθύειν, εἶπε· Μὴ μεθύσκεσθε οἴνῳ. Ἔστι γὰρ, ἔστι καὶ ὀργῇ μεθύειν, καὶ ἐπιθυμίᾳ ἀτόπῳ, καὶ φιλαργυρίᾳ, καὶ κενοδοξίᾳ, καὶ μυρίοις ἑτέροις πάθεσι. Μέθη γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ἔκστασις τῶν ὀρθῶν λογισμῶν, καὶ παραφροσύνη, καὶ τῆς κατὰ ψυχὴν ὑγιείας ἀναίρεσις. Οὐ τοίνυν μόνον ὁ ἄκρατον ἐκχεόμενος πολὺν, ἀλλὰ καὶ ὁ πάθος ἕτερον ἐν τῇ ψυχῇ τρέφων, μεθύειν λέγοιτο ἂν ἰσχυρῶς. Καὶ γὰρ ὁ γυναικὸς ἐρῶν τῆς οὐκ ἰδίας, καὶ πόρναις ἐσχολακὼς, μεθύει. Καὶ καθάπερ ἐκεῖνος, ὁ πολὺν ἄκρατον πιὼν καὶ παρενεχθεὶς ἀνελεύθερα φθέγγεται ῥήματα, καὶ ἕτερα ἀνθ' ἑτέρων ὁρᾷ· οὕτω καὶ οὗτος, καθάπερ τινὸς ἀκράτου, τῆς ἀκολάστου ταύτης ἐπιθυμίας πληρούμενος, οὐδὲν ὑγιὲς ἐκφέρει ῥῆμα, ἀλλ' αἰσχρὰ πάντα καὶ διεφθαρμένα καὶ ἀνελεύθερα καὶ γέλωτος γέμοντα, καὶ ἕτερα ἀνθ' ἑτέρων βλέπει, πρὸς μὲν τὰ ὁρώμενα τυφλώττων· ἣν δὲ ἐπιθυμεῖ καθυβρίσαι, ταύτην πανταχοῦ φανταζόμενος, καὶ καθάπερ ἐξεστηκώς τις καὶ παραπαίων, καὶ ἐν συλλόγοις, καὶ ἐν συμποσίοις, καὶ ἐν παντὶ καιρῷ, καὶ ἐν παντὶ τόπῳ, μυρίων μυρία πρὸς αὐτὸν διαλεγομένων, οὔτε ἀκούειν δοκεῖ, ἀλλὰ πρὸς ἐκείνην τέταται, καὶ τὴν ἁμαρτίαν ὀνειροπολεῖ· καὶ πάντα ὑφορᾶται καὶ δέδοικε, λινοπλῆγός τινος ζώου οὐδὲν ἄμεινον διακείμενος. Καὶ ὁ ὀργῇ κατεχόμενος μεθύει πάλιν· οὕτω γοῦν αὐτοῦ καὶ ἡ ὄψις οἰδεῖ, καὶ ἡ φωνὴ τραχύνεται, καὶ οἱ ὀφθαλμοὶ γίνονται ὕφαιμοι, καὶ ὁ νοῦς σκοτοῦται, καὶ ἡ διάνοια καταποντίζεται, καὶ ἡ γλῶσσα τρέμει, καὶ οἱ ὀφθαλμοὶ παραφέρονται, καὶ αἱ ἀκοαὶ ἕτερα ἀνθ' ἑτέρων ἀκούουσιν, ἀκράτου παντὸς χαλεπώτερον τῆς ὀργῆς αὐτοῦ πληττούσης τὴν μήνιγγα, καὶ χειμῶνα ἐργαζομένης, καὶ ζάλην ποιούσης ἀπαραμύθητον. Εἰ δὲ ἐπιθυμίᾳ τις καὶ ὀργῇ κατεχόμενος μεθύει, πολλῷ μᾶλλον ἀσεβῶν ἄνθρωπος, καὶ εἰς Θεὸν βλασφημῶν,