καὶ ἐναντιούμενος αὐτοῦ τοῖς νόμοις, καὶ τῆς ἀκαίρου φιλονεικίας μηδέποτε ταύτης καθυφεῖναι βουλόμενος, μεθύει καὶ μέμηνε, καὶ κωμαζόντων καὶ ἐξεστηκότων ἀθλιώτερον διάκειται, κἂν αὐτὸς αἰσθάνεσθαι μὴ δοκῇ. Τοῦτο γὰρ μάλιστα μέθης ἐστὶν ἄξιον, τὸ μηδὲ ἐν οἷς τις ἀσχημονεῖ αἴσθησίν τινα ἔχειν· ὥσπερ οὖν καὶ παραπληξίας τοῦτο μάλιστά ἐστι τὸ δεινὸν, ὅτι νοσοῦντες οὐδὲ αὐτὸ τοῦτο ἴσασιν, ὅτι νοσοῦσιν· ὡσπεροῦν καὶ οἱ Ἰουδαῖοι νῦν μεθύοντες οὐκ αἰσθάνονται. Ἡ μὲν οὖν νηστεία αὐτῶν παρῆλθεν, ἡ μέθης ἁπάσης αἰσχροτέρα· ἡμεῖς δὲ τὴν περὶ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους μὴ καταλύσωμεν πρόνοιαν, μηδὲ ἄκαιρόν τινα νομίσωμεν αὐτῶν εἶναι λοιπὸν τὴν ἐπιμέλειαν· ἀλλ' ὅπερ οἱ στρατιῶται ποιοῦσιν, ἐπειδὰν συμβολῆς γενομένης τρέψωνται τοὺς ἐναντίους, ἀπὸ τῆς διώξεως ἐπανιόντες, οὐκ εὐθέως ἐπὶ τὰς σκηνὰς τρέχουσιν, ἀλλὰ πρότερον ἐπὶ τὸν τόπον τῆς συμβολῆς ἐλθόντες, τοὺς ἐξ αὐτῶν καταπεσόντας ἐξαιροῦνται, καὶ τοὺς μὲν ἀποθανόντας τῇ γῇ κρύπτουσιν, εἰ δέ τινας ἴδοιεν μεταξὺ τῶν νεκρῶν πνέοντας ἔτι, καὶ μὴ καιρίαν ἔχοντας πληγὴν, εἰς τὰς σκηνὰς ἀνελόμενοι μετὰ πολλῆς ἀπάγουσι τῆς θεραπείας, καὶ τὸ βέλος ἐξελκύσαντες, καὶ ἰατροὺς καλέσαντες, καὶ τὸ αἷμα περιπλύναντες, καὶ φάρμακα ἐπιθέντες, καὶ τὰ ἄλλα πάντα ἐπιμελησάμενοι, πρὸς ὑγίειαν ἐπανάγουσιν· οὕτω καὶ ἡμεῖς τοίνυν, ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι τοὺς Ἰουδαίους ἐδιώξαμεν, τοὺς προφήτας αὐτοῖς ἐφοπλίσαντες, πανταχόθεν ἐπανιόντες νῦν ἴδωμεν, μή τινες τῶν ἀδελφῶν τῶν ἡμετέρων ἔπεσον, μή τινες ἀπὸ τῆς νηστείας παρεσύρησαν, μή τινες αὐτοῖς κατὰ τὴν ἑορτὴν ἐκοινώνησαν· καὶ ταφῇ μὲν μηδένα παραδῶμεν, πάντας δὲ ἀνελόμενοι θεραπεύσωμεν. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν πολέμων, τὸν πεσόντα ἅπαξ καὶ τὴν ψυχὴν ἀφέντα ἀδύνατον στρατιώτῃ πάλιν ἀνακτήσασθαι καὶ πρὸς ζωὴν ἐπαναγαγεῖν· ἐπὶ δὲ τοῦ πολέμου τούτου καὶ τῆς μάχης, κἂν καιρίαν τις ᾖ εἰληφὼς πληγὴν, δυνατὸν, ἂν θέλωμεν, τῆς τοῦ Θεοῦ χάριτος συνεφαπτομένης ἡμῖν, πρὸς ζωὴν αὐτὸν χειραγωγῆσαι πάλιν. Οὐ γὰρ φύσεως οὗτος ὁ θάνατος, καθάπερ ἐκεῖνος, ἀλλὰ προαιρέσεως καὶ γνώμης· προαίρεσιν δὲ ἀποθανοῦσαν δυνατὸν ἀναστῆσαι πάλιν, καὶ ψυχὴν νεκρωθεῖσαν πεῖσαι