δεμιᾶς ἀπολογίας ἄξιος εἶναι, οὐκ ἴσχυσεν ἀπονίψασθαι τὰ ἁμαρτήματα καίτοι γε ὁ προφήτης φησί· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς, ἀλλὰ καὶ κατεκρίθη; Ὅτι οὐκ εἶπεν, ὡς ὁ προφήτης ἐκέλευσεν. Οὐ γὰρ ἁπλῶς εἶπεν ὁ προφήτης, Λέγε σὺ τὰς ἀνομίας σου, ἀλλὰ τί; Λέγε σὺ πρῶτος, φησὶ, τὰς ἀνομίας σου. Τὸ ζητούμενον τοῦτό ἐστιν· οὐ τὸ εἰπεῖν ἁπλῶς, ἀλλὰ τὸ πρῶτον εἰπεῖν, τὸ μὴ ἀναμεῖναι τὸν ἐλέγχοντα καὶ κατηγοροῦντα. Οὗτος δὲ οὐκ εἶπε πρῶτος, ἀλλὰ ἀνέμεινεν ἐλεγχθῆναι παρὰ τοῦ Θεοῦ, μᾶλλον δὲ καὶ ἐλέγχοντος ἠρνεῖτο. Ἀλλ' ἐπειδὴ ἅπαξ ἔδειξε τὸ γενόμενον φανερῶς, τότε εἶπε τὴν ἁμαρτίαν, ὅπερ οὐκ ἔστιν ἐξομολόγησις λοιπόν. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ἐπειδὰν ἁμάρτῃς, μὴ ἀνάμενε τὴν παρ' ἑτέρου κατηγορίαν, ἀλλὰ πρὶν ἂν ἢ κατηγορηθῇς καὶ διαβληθῇς, σὺ καταγίνωσκε τῶν γεγενημένων, ὡς ἐὰν ἕτερος ἐλέγξῃ λοιπὸν, οὐκ ἔτι τῆς σῆς ἐξομολογήσεως τὸ κατόρθωμα γίνεται, ἀλλὰ τῆς ἐκείνου κατηγορίας ἡ διόρθωσις. Διὰ τοῦτο καὶ ἄλλος τίς φησι, Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Ὥστε οὐ τοῦτό ἐστι τὸ ζητούμενον, τὸ κατηγορεῖν ἑαυτοῦ, ἀλλὰ τὸ πρῶτον ἑαυτοῦ κατηγορεῖν, καὶ τὸ μὴ ἀναμένειν τοὺς παρ' ἑτέρων ἐλέγχους. Ὁ γοῦν Πέτρος μετὰ τὴν ἄρνησιν ἐκείνην τὴν χαλεπὴν, ἐπειδὴ ταχέως ἑαυτὸν ἀνέμνησε τῆς ἁμαρτίας, καὶ μηδενὸς κατηγοροῦντος ἔλεγε τὴν πλημμέλειαν, καὶ ἔκλαυσε πικρῶς, οὕτως ἀπενίψατο τὴν ἄρνησιν ἐκείνην, ὡς καὶ πρῶτος γενέσθαι τῶν ἀποστόλων, καὶ τὴν οἰκουμένην ἐγχειρισθῆναι ἅπασαν. Ἀλλ' ὅπερ ἔλεγον δεῖ γὰρ ἐπὶ τὸ προκείμενον ἐπανελθεῖν ἱκανῶς ἡμῖν ἐντεῦθεν ἀπέδειξεν ὁ λόγος, ὅτι πιπτόντων οὐ χρὴ τῶν ἀδελφῶν ἀμελεῖν, οὐδὲ καταφρονεῖν, ἀλλ' ἀσφαλίζεσθαι μὲν αὐτοὺς πρὸ τῆς ἁμαρτίας, πολλὴν δὲ καὶ μετὰ τὴν ἁμαρτίαν περὶ αὐτοὺς ἐπιδείκνυσθαι ἐπιμέλειαν. Οὕτω καὶ ἰατροὶ ποιοῦσι· λέγουσι μὲν γὰρ καὶ ὑγιαίνουσι τοῖς ἀνθρώποις ἃ δύναται διατηρῆσαι τὴν ὑγίειαν αὐτοῖς, καὶ πᾶσαν ἀποκρούσασθαι νόσον· ἀμελήσαντας δὲ τῶν ἐπιταγμάτων, καὶ ἀρρωστίᾳ περιπεσόντας οὐ παρορῶσιν, ἀλλὰ καὶ πολλὴν μάλιστα τότε ἐπιδείκνυνται πρόνοιαν, ὅπως αὐτοὺς ἀπαλλάξωσι τῶν νοσημάτων. Οὕτω καὶ ὁ Παῦλος ἐποίησε· τὸν γοῦν πεπορνευκότα μετὰ τὴν ἁμαρτίαν ἐκείνην, μετὰ τὴν παρανομίαν τὴν χαλεπὴν, τὴν οὐδὲ ἐν τοῖς ἔθνεσιν εὑρισκομένην, οὐ παρεῖδεν, ἀλλὰ καὶ ἀφηνιῶντα, καὶ μὴ βουλόμενον δέξασθαι τὴν ἰατρείαν, καὶ σκιρτῶντα καὶ ἀποπηδῶντα, ἐπανήγαγεν ἐπὶ τὴν θεραπείαν, καὶ οὕτως ἐπανήγαγεν, ὥστε ἑνῶσαι τῷ σώματι τῆς Ἐκκλησίας πάλιν. Καὶ οὐκ εἶπε πρὸς ἑαυτόν· Τί δὲ τὸ πλέον; τί δὲ τὸ ὄφελος; ἐπόρνευσε, τὴν ἁμαρτίαν εἰργάσατο, οὐδὲ ἀποστῆναι βούλεται τῆς ἀσελγείας, ἀλλὰ καὶ πεφυσίωται, καὶ μέγα φρονεῖ, καὶ ἀνίατον τὸ ἕλκος ἐργάζεται· ἀφῶμεν τοίνυν αὐτὸν, καὶ ἐγκαταλείψωμεν. Οὐδὲν τούτων εἶπεν· ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα πολλῇ τότε ἐχρήσατο τῇ προνοίᾳ, ἐπειδὴ πρὸς ἄφατον αὐτὸν εἶδε κακίαν ἐξολισθήσαντα, καὶ οὐκ ἀπέστη φοβῶν, ἀπειλῶν, κολάζων, καὶ δι' ἑαυτοῦ καὶ δι' ἑτέρων πολλῶν πάντα ποιῶν καὶ πραγματευόμενος, ἕως ἂν αὐτὸν εἰς ἐπίγνωσιν ἤνεγκε τῆς ἁμαρτίας, εἰς αἴσθησιν τῆς παρανομίας, καὶ τέλεον αὐτὸν ἀπήλλαξε τῆς κηλῖδος ἁπάσης. Τοῦτο