δὴ καὶ σὺ ποίησον· μίμησαι τὸν Σαμαρείτην ἐκεῖνον, τὸν ἐν τῷ Εὐαγγελίῳ τοσαύτην περὶ τὸν τραυματίαν ἐκεῖνον ἐπιδειξάμενον πρόνοιαν. Καὶ γὰρ ἐκεῖ παρῆλθε Λευΐτης, παρῆλθε καὶ Φαρισαῖος, καὶ οὐδέτερος ἐπεκάμφθη πρὸς τὸν κείμενον, ἀλλ' ἀνηλεῶς καὶ ὠμῶς ἀφέντες αὐτὸν, ἀπῆλθον. Σαμαρείτης δέ τις, οὐδὲν αὐτῷ προσήκων οὐδαμόθεν, οὐ παρέδραμεν, ἀλλ' ἐπιστὰς κατηλέησε, καὶ ἐπέσταξεν ἔλαιον καὶ οἶνον· ἐπέθηκεν ἐπὶ τὸν ὄνον, ἤγαγεν εἰς πανδοχεῖον, καὶ ἀργύριον τὸ μὲν ἔδωκε, τὸ δὲ ὑπέσχετο ὑπὲρ τῆς τοῦ μηδὲν αὐτῷ προσήκοντος θεραπείας. Καὶ οὐκ εἶπε πρὸς ἑαυτὸν, Τί δέ μοι μέλει περὶ τούτου; Σαμαρείτης εἰμὶ, οὐδὲν κοινὸν ἔχω πρὸς αὐτόν· πόρρω τῆς πόλεώς ἐσμεν, οὐδὲ βαδίσαι δύναται. Τί δὲ, ἐὰν μὴ πρὸς τὸ μῆκος ἀρκέσῃ τῆς ὁδοιπορίας, μέλλω νεκρὸν ἐπιφέρεσθαι, μέλλω σφαγῆς ἁλίσκεσθαι, μέλλω τοῦ φόνου ὑπεύθυνος εἶναι; Καὶ γὰρ πολλοὶ πολλάκις παριόντες καὶ ὁρῶντες ἀνθρώπους πεπληγότας καὶ σπαίροντας, διὰ τοῦτο παρατρέχουσιν, οὐκ ὀκνοῦντες ἀνελέσθαι, οὐδὲ χρημάτων φειδόμενοι, ἀλλὰ δεδοικότες, μὴ καὶ αὐτοὶ εἰς δικαστήριον ἑλκυσθῶσιν, ὡς τῆς σφαγῆς ὑπεύθυνοι. Ἀλλ' ἐκεῖνος οὐδὲν τούτων ἔδεισεν ὁ ἥμερος καὶ φιλάνθρωπος, ἀλλὰ ταῦτα πάντα ὑπεριδὼν ἐπέθηκεν ἐπὶ τὸν ὄνον, καὶ εἰς πανδοχεῖον ἤγαγεν· οὐδὲν τούτων ὑπείδετο, οὐ κίνδυνον, οὐ χρημάτων δαπάνην, οὐκ ἄλλο οὐδέν. Εἰ δὲ ὁ Σαμαρείτης οὕτω φιλάνθρωπος καὶ ἥμερος γέγονε περὶ ἄνθρωπον ἄγνωστον, τίνα ἂν ἔχοιμεν συγγνώμην ἡμεῖς, τῶν ἀδελφῶν τῶν οἰκείων ἀμελοῦντες ἐπὶ μείζοσι κακοῖς; Καὶ γὰρ καὶ οὗτοι οἱ νῦν νηστεύσαντες λῃσταῖς περιέπεσον τοῖς Ἰουδαίοις, μᾶλλον δὲ λῃστῶν ἁπάντων χαλεπωτέροις, καὶ μείζονα τοὺς εἰς αὐτοὺς ἐμπίπτοντας ἐργαζομένοις κακά. Οὐ γὰρ τὰ ἱμάτια αὐτῶν περιέρρηξαν, οὐδὲ τῷ σώματι πληγὰς ἐπήγαγον, καθάπερ ἐκεῖνοι τότε, ἀλλὰ τὴν ψυχὴν κατέτρωσαν, καὶ μυρία αὐτῇ τραύματα δόντες, οὕτως ἀπῆλθον, ἀφέντες ἐν τῷ λάκκῳ τῆς ἀσεβείας κειμένους.

§ δʹ Μὴ δὴ παρίδωμεν τραγῳδίαν τοιαύτην, μηδὲ παραδράμωμεν ἀνηλεῶς οὕτω θέαμα ἐλεεινὸν, ἀλλὰ κἂν ἕτεροι τοῦτο ποιῶσι, σὺ μὴ ποιήσῃς· μὴ εἴπῃς πρὸς σεαυτὸν, Κοσμικός εἰμι ἀνὴρ, γυναῖκα ἔχω καὶ παῖδας, ταῦτα τῶν ἱερέων ἐστὶ, ταῦτα τῶν μοναχῶν. Οὐδὲ γὰρ ὁ Σαμαρείτης ἐκεῖνος ταῦτα εἶπε. Ποῦ νῦν οἱ ἱερεῖς; ποῦ νῦν οἱ Φαρισαῖοι; ποῦ τῶν Ἰουδαίων οἱ διδάσκαλοι; ἀλλ' ὥσπερ τι θήραμα μέγιστον εὑρὼν, οὕτως ἥρπασε τὸ κέρδος. Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς τινὰ δεόμενον θεραπείας ἢ σωματικῆς ἢ ψυχικῆς, μὴ λέγε πρὸς ἑαυτόν· Τίνος ἕνεκεν ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτὸν οὐκ ἐθεράπευσεν; ἀλλ' ἀπάλλαξον τῆς ἀρρωστίας, καὶ μὴ ἀπαίτει ἐκείνους εὐθύνας τῆς ἀμελείας. Ἐὰν εὕρῃς χρυσίον, εἰπέ μοι, κείμενον, μὴ λέγεις πρὸς σεαυτὸν, Τίνος ἕνεκεν ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτὸ οὐκ ἀνείλοντο, ἀλλ' οὐ σπουδάζεις πρὸ τῶν ἄλλων ἁρπάσαι; Οὕτω καὶ ἐπὶ τῶν πεπτωκότων ἀδελφῶν λογίζου, καὶ νόμιζε θησαυρὸν εὑρηκέναι τὴν ἐπιμέλειαν τὴν ἐκείνων. Ἂν γὰρ ἐπιστάξῃς αὐτῷ καθάπερ ἔλαιον τοῦ λόγου τὴν διδασκαλίαν, ἂν καταδήσῃς τῇ προσηνείᾳ, ἂν θεραπεύσῃς τῇ καρτερίᾳ, θησαυροῦ παντὸς εὐπο