κολάζειν οἰκέτην. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ὅτι, εἰ καταφυγεῖν ἐχρῆν, οὐχὶ πρὸς τοὺς ἐχθροὺς, οὐδὲ πρὸς τοὺς μισοῦντας, ἀλλὰ πρὸς τοὺς φίλους τοὺς γνησίους ἔδει.
§ ζʹ Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς τὸν Θεόν σε κολάζοντα, μὴ πρὸς τοὺς ἐχθροὺς αὐτοῦ καταφύγῃς τοὺς Ἰουδαίους, ἵνα μὴ μᾶλλον αὐτὸν παροξύνῃς, ἀλλὰ πρὸς τοὺς φίλους αὐτοῦ, τοὺς μάρτυρας, τοὺς ἁγίους, καὶ εὐηρεστηκότας αὐτῷ καὶ πολλὴν ἔχοντας πρὸς αὐτὸν παρρησίαν. Καὶ τί λέγω περὶ οἰκετῶν καὶ δεσποτῶν; υἱὸς οὐ δυνήσεται τοῦτο ποιῆσαι διὰ τὰς παρὰ τοῦ πατρὸς μάστιγας, οὐδὲ ἀρνήσασθαι τὴν πρὸς ἐκεῖνον συγγένειαν. Καὶ γὰρ οἱ τῆς φύσεως καὶ οἱ παρὰ τῶν ἀνθρώπων τεθέντες νόμοι, κἂν μαστίζῃ, κἂν τραπέζης εἴργῃ, κἂν ἐκβάλλῃ τῆς οἰκίας, κἂν παντὶ κολάζῃ τρόπῳ, κελεύουσιν ἅπαντα φέρειν γενναίως, κἂν μὴ πείθηται μηδὲ ἀνέχηται, οὐδεμίαν οὐδεὶς αὐτῷ δίδωσι συγγνώμην· ἀλλὰ κἂν μυρία ἀποδύρηται μαστιχθεὶς ὁ παῖς, ταῦτα πρὸς αὐτὸν ἅπαντες λέγουσι τὰ ῥήματα, ὅτι πατήρ ἐστιν ὁ μαστίξας καὶ κύριος, καὶ ἐξουσίαν ἔχων πᾶν ὁτιοῦν ἐργάσασθαι καὶ ποιῆσαι, καὶ δεῖ πάντα πράως φέρειν. Εἶτα οἰκέται μὲν ἀνέχονται δεσποτῶν, καὶ υἱοὶ πατέρων, πολλάκις οὐδὲ δεόντως κολαζόντων αὐτοὺς ἐκείνων· σὺ δὲ οὐκ ἀνέξῃ τοῦ Θεοῦ παιδεύοντός σε, τοῦ καὶ δεσποτῶν ὄντος κυριωτέρου, καὶ πατέρων μᾶλλόν σε φιλοῦντος, καὶ πρὸς ὀργὴν μὲν οὐδὲν, πάντα δὲ πρὸς τὸ συμφέρον πραγματευομένου καὶ ποιοῦντος; ἀλλ' ἂν μικρά τις γένηται νόσος, εὐθέως ἀποπηδᾷς αὐτοῦ τῆς δεσποτείας, καὶ ἐπὶ τοὺς δαίμονας τρέχεις, καὶ πρὸς τὰς συναγωγὰς αὐτομολεῖς; Καὶ ποίας τεύξῃ συγγνώμης λοιπόν; πῶς δὲ δυνήσῃ αὐτὸν παρακαλέσαι πάλιν; Μᾶλλον δὲ τίς ἕτερος, κἂν τὴν Μωσέως σχῇ παρρησίαν, δυνήσεται περὶ σοῦ δεηθῆναι; Οὐκ ἔστιν οὐδείς. Ἢ οὐκ ἀκούεις, τί περὶ Ἰουδαίων ὁ Θεός φησι πρὸς τὸν Ἱερεμίαν; Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, ὅτι ἂν στῇ Μωϋσῆς καὶ Σαμουὴλ, οὐκ εἰσακούσομαι αὐτῶν. Οὕτως ἐστὶν ἁμαρτήματά τινα πᾶσαν ὑπερβαίνοντα συγγνώμην, καὶ οὐ δυνάμενα ἀπολογίας τυχεῖν. Μὴ τοίνυν τοσαύτην ἐπισπασώμεθα καθ' ἑαυτῶν ὀργήν. Κἂν γὰρ δόξωσι παραμυθεῖσθαι τὸν πυρετὸν ταῖς ἐπῳδαῖς, οὐ γὰρ δὴ παραμυθοῦνται, ἀλλὰ χαλεπώτερον ἕτερον εἰς τὸ συνειδὸς ἄγουσι πυρετὸν, τοῦ λογισμοῦ σε καθ' ἑκάστην κεντοῦντος τὴν ἡμέραν, τοῦ συνειδότος μαστίζοντος καὶ λέγοντος· Ἠσέβησας, ἠνόμησας, παρέβης τὰς συνθήκας τὰς πρὸς τὸν Χριστὸν, διὰ μικρὰν ἀρρωστίαν τὴν εὐσέβειαν προέδωκας. Μὴ γὰρ σὺ μόνος ταῦτα πέπονθας; οὐχὶ πολλῷ σου χαλεπώτερα πεπόνθασιν ἕτεροι; Ἀλλ' ὅμως οὐδεὶς ἐκείνων τοιοῦτον οὐδὲν ἐτόλμησε· σὺ δὲ ὁ χαῦνος καὶ διαλελυμένος τὴν ψυχήν σου κατέθυσας. Πῶς ἀπολογήσῃ τῷ Χριστῷ; πῶς αὐτὸν καλέσεις ἐν ταῖς εὐχαῖς; ποίῳ συνειδότι λοιπὸν ἐπιβήσῃ τῆς ἐκκλησίας; ποίοις ὀφθαλμοῖς λοιπὸν ὄψει τὸν ἱερέα; ποίᾳ χειρὶ τῆς ἱερᾶς ἅψῃ τραπέζης; ποίαις ἀκοαῖς ἀκούσῃ τῶν ἀναγινωσκομένων ἐκεῖ Γραφῶν; Ταῦτα, καθ' ἑκάστην ἡμέραν, κεντῶν ὁ λογισμὸς, καὶ τὸ συνειδὸς μαστίζων ἐρεῖ. Ποία οὖν αὕτη ὑγίεια, ὅταν ἔνδον τοιούτους ἔχωμεν κατηγόρους; Ἂν μέντοι καρτερήσῃς μικρὸν, καὶ τοὺς βουλομένους ἢ